Thesauros Literature lyric Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar
5 μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς
5 Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·
5 ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς
5 Οἰνεΐδαι κρατεροί,
5 ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος
5 γέρας ἔχει, Περσεὺς δʼ ἐν Ἄργει, Κάστορος δʼ αἰχμὰ Πολυδεύκ εο ς τʼ ἐπʼ Εὐρώτα ῥεέθροις.
5 ἀλλʼ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ
5 Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις
5 δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι
5 Ἡρακλῆϊ πρότερον,
5 καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν·
5 λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον,
5 καὶ στράταρχον Αἰθιόπων ἄφοβον
5 Μέμνονα χαλκοάραν· τίς ἄρʼ ἐσλὸν Τήλεφον
5 τρῶσεν ἑῷ δορὶ Καΐκου παρʼ ὄχθαις;
5 τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν
5 διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι
5 πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
5 πολλὰ μὲν ἀρτιεπὴς
5 γλῶσσά μοι τοξεύματʼ ἔχει περὶ κείνων
5 κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις
5 ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ
5 ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
5 ἀλλʼ ὅμως καύχημα κατάβρεχε σιγᾷ·
5 Ζεὺς τά τε καὶ τὰ νέμει,
5 Ζεὺς ὁ πάντων κύριος. ἐν δʼ ἐρατεινῷ
5 μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμʼ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων
5 ἀμφʼ ἀέθλοισιν γενεὰν Κλεονίκου
5 ἐκμαθών· οὔτοι τετύφλωται μακρὸς
5 μόχθος ἀνδρῶν· οὐδʼ ὁπόσαι δαπάναι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme