ιστημιαν 1 ΗΡΟΔΟΤῼ ΘΗΒΑΙῼ ΑΡΜΑΤΙ
1
μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,
1
πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον
1
θήσομαι. μή μοι κραναὰ νεμεσάσαι
1
Δᾶλος, ἐν ᾇ κέχυμαι.
1
τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;
1
εἶξον, Ὠπολλωνιάς· ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,
1
καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων
1
ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις
1
ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ
1
δειράδʼ· ἐπεὶ στεφάνους
1
ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων,
1
καλλίνικον πατρίδι κῦδος. ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν
1
παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.
1
ἀλλʼ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας,
1
ἁνία τʼ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντʼ ἐθέλω
1
ἢ Καστορείῳ ἢ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ.
1
κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι·
1
ἔν τʼ ἀέθλοισι θίγον πλείστων ἀγώνων,
1
καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον
1
καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,
1
γευόμενοι στεφάνων
1
νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετὰ
1
ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τʼ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,
1
οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς,
1
καὶ λιθίνοις ὁπότʼ ἐν δίσκοις ἵεν.
1
οὐ γὰρ ἦν πεντάθλιον, ἀλλʼ ἐφʼ ἑκάστῳ
1
ἔργματι κεῖτο τέλος.
1
τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις
1
ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρʼ Εὐρώτᾳ πέλας,