Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
5 τος μετʼ ἀνθρώποις ἰδεῖν·
5 τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος
5 ὑμετέραν ἀρετὰν
5 ὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκας
5 χαλκεοστέρνου τʼ Ἄρηος,
5 Δεινομένευς ἀγέρω-
5 χοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
5 ξανθότριχα μὲν Φερένικον
5 Ἀλφεὸν παρʼ εὐρυδίναν
5 πῶλον ἀελλοδρόμαν
5 εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,
5 Πυθῶνί τʼ ἐν ἀγαθέᾳ·
5 γᾷ δʼ ἐπισκήπτων πιφαύσκω·
5 οὔπω νιν ὑπὸ προτέρων
5 ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις
5 πρὸς τέλος ὀρνύμενον·
5 ῥιπᾷ γὰρ ἴσος βορέα
5 ὃν κυβερνήταν φυλάσσων
5 ἵεται νεόκροτον
5 νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.
5 ὄλβιος ᾧτινι θ εὸ ς
5 μοῖράν τε καλῶν ἔπορεν
5 σύν τʼ ἐπιζήλῳ τύχᾳ
5 ἀφν εὸ ν βιοτὰν διάγειν· οὐ
5 γάρ τις ἐπιχθονίων
5 πάντα γʼ εὐδαίμων ἔφυ.
5 καὶ μάν π]οτʼ ἐρειψιπύλαν
5 παῖδʼ ἀνίκ]ατον λέγουσιν
5 δῦναι Διὸς] ἀργικεραύ-
5 νου δώματα Φερσεφόνας τανισφύρου,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme