Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
5 κεῖνον ἐφʼ ἁμετέρᾳ
5 πέμψει κεφαλᾷ· τὰ δέ που
5 Παλλάδι ξανθᾷ μέλει.
5 τὸν δὲ προσέφα Μελέαγρος
5 δακρυόεις· χαλεπὸν
5 θ εῶ ν παρατρέψαι νόον
5 ἄνδρεσσιν ἐπιχθονίοις.
5 καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς
5 παῦσεν καλυκοστεφάνου
5 σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου
5 λισσόμενος πολέων
5 τʼ αἰγῶν θυσίαισι πατὴρ
5 καὶ βοῶν φοινικονώτων·
5 ἀλλʼ ἀνίκατον θεὰ
5 ἔσχεν χόλον· εὐρυβίαν δʼ ἔσσευε κούρα
5 κάπρον ἀναιδομάχαν
5 ἐς καλλίχορον Καλυδῶ-
5 νʼ, ἔνθα πλημύρων σθένει
5 ὄρχους ἐπέκειρεν ὀδόντι,
5 σφάζε τε μῆλα, βροτῶν
5 θʼ ὅστις εἰσάνταν μόλοι.
5 τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι
5 στασάμεθʼ ἐνδυκέως
5 ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων
5 κάρτος Αἰτωλοῖς ὄρεξεν,
5 θάπτομεν οὓς κατέπε-
5 φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,
5 Ἀγκαῖον ἐμῶν τʼ Ἀγέλαον
5 φ[έρτ]ατον κεδνῶν ἀδελφ εῶ ν,
5 οὓς τέ]κεν ἐν μεγάροις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme