Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
5 φεῦγον ἀρχαίαν πόλιν
5 Πλευρῶνα· μινύνθη δέ μοι ψυχὰ γλυκεῖα,
5 γνῶν δʼ ὀλιγοσθενέων·
5 αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλ[άμων
5 ἀγλαὰν ἥβαν προλείπων.
5 φασὶν ἀδεισιβόαν
5 Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε
5 τέγξαι βλέφαρον, ταλαπενθ έο ς
5 πότμον οἰκτίροντα φωτός·
5 καί νιν ἀμειβόμενος
5 τοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον,
5 μηδʼ ἀελίου προσιδεῖν
5 φέγγος· ἀλλʼ οὐ γάρ τίς ἐστιν
5 πρᾶξις τάδε μυρομένοις,
5 χρὴ κεῖνο λέγειν ὅ,τι καὶ μέλλει τελεῖν.
5 ἦ ῥα τις ἐν μεγάροις
5 Οἰνῆος ἀρηϊφίλου
5 ἔστιν ἀδμήτα θυγάτρων,
5 σοὶ φυὰν ἀλιγκία;
5 τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.
5 τὸν δὲ μενεπτολέμου
5 ψυχὰ προσέφα Μελεά-
5 γρου· λίπον χλωραύχενα
5 ἐν δώμασι Δαϊάνειραν,
5 νῆϊν ἔτι χρυσέας
5 Κύπριδος θελξιμβρότου.
5 λευκώλενε Καλλιόπα,
5 στᾶσον εὐποίητον ἅρμα
5 αὐτοῦ· Δία τε Κρονίδαν
5 ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme