Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
6 νεανίαι βρύοντες.
6 σὲ δὲ νῦν ἀναξιμόλπου
6 Οὐρανίας ὕμνος ἕκατι νίκ[ας
6 Ἀριστομένειον
6 ὦ ποδάνεμον τέκος,
6 γεραίρει προδόμοις ἀοι-
6 δαῖς, ὅτι στάδιον κρατή-
6 σας Κέον εὐκλέϊξας.

Ode 7 Τῷ Αὐτῷ

7 ὦ λιπαρὰ θύγατερ Χρόνου τε κ[αὶ
7 Νυκτός, σὲ πεντήκοντα μηνῶν ἁμέραν
7 ἑκκαιδεκάταν ἐν Ὀλυμπ[ίᾳ ˘¯
7 !!!]β̣αρυβρ[!!!!!!!!!!!!!] ἕκατι
7 !!!]ι̣τοσαιμα̣[
7 κρίνειν τα[χυτᾶτά τε] λαιψηρῶν ποδῶν
7 Ἕλλασι καὶ γυίων ἀρισταλκὲς σθένος·
7 ᾧ δὲ σὺ πρεσβύτατον νείμῃς γέρας
7 νίκας ἐπʼ ἀνθρώποισιν εὔδοξος κέκλη-
7 ται καὶ πολυζήλωτος. Ἀρ[ιστομένει]ον
7 νῦν γ]ʼ ἐκόσμη[σας στε]φάν[οισι Λάχω]να

Ode 8 Λιπαρίωνι Κεῖῳ

8 Πυθῶνά τε μηλοθύταν
8 ὑμν έω ν Νεμέαν τε καὶ Ἰσθμόν·
8 γᾷ δʼ ἐπισκήπτων χέρα
8 κομπάσομαι· σὺν ἀλα-
8 θείᾳ δὲ πᾶν λάμπει χρέος·
8 οὔτις ἀνθρώπων κ[αθʼ Ἕλλα-
8 νας ἐν ἅλικι χρόνῳ
8 παῖς ἐὼ ν ἀνήρ τε π[λεῦ-
8 νας ἐδέξατο νίκας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme