Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
8 ὦ Ζεῦ κεραυνεγχές, κα[ὶ ἐπʼ ἀργυ]ροδίνα
8 ὄχθαισιν Ἀλφειοῦ τέλεσσ[ας μεγ]αλοκλ έα ς
8 θ εο δότους εὐχάς, περὶ κ[ρατί τʼ ὄ]πα[σσα]ς
8 γλαυκὸν Αἰτωλίδος
8 ἄνδημʼ ἐλαίας
8 ἐν Πέλοπος Φρυγίου
8 κλεινοῖς ἀέθλοις.

Ode 9 Ἀυτομήδει Φλειάσιῳ Πεντάθλῳ Νέμεα

9 δόξαν, ὦ χρυσαλάκατοι Χάριτες,
9 πεισίμβροτον δοίητʼ, ἐπεὶ
9 Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας
9 εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου
9 Ζηνὸς εὐθαλὲς πέδον
9 ὑμνεῖν, ὅθι μηλοδαΐκταν
9 θρέψεν ἁ λευκώλενος
9 Ἥρα περικλειτῶν ἀέθλων
9 πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα.
9 κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοι
9 πρώτιστον Ἀργείων κριτοὶ
9 ἄθλησαν ἐπʼ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς
9 πέφνʼ ἀωτεύοντα δράκων ὑπέροπλος,
9 σᾶμα μέλλοντος φόνου.
9 ὦ μοῖρα πολυκρατές· οὔ νιν
9 πεῖθʼ Ὀϊκλείδας πάλιν
9 στείχειν ἐς εὐάνδρους ἀγυιάς.
9 ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α
9 ἃ καὶ τότʼ Ἄδραστον Ταλ[αϊονίδαν
9 πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον.
9 κείνων ἀπʼ εὐδόξων ἀγώνων
9 ἐν Νεμ έᾳ κλεινοὶ βροτῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme