Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
9 οἳ τριέτει στεφάνῳ
9 ξανθὰν ἐρέψωνται κόμαν.
9 Αὐτομήδει νῦν γε νικά-
9 σαντί νιν δαίμων ἔδωκεν.
9 πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς
9 ἄστρων διακρίνει φάη
9 νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα·
9 τοῖος Ἑλλάνων διʼ ἀπείρονα κύκλον
9 φαῖνε θαυμαστὸν δέμας,
9 δισκὸν τροχοειδέα ῥίπτων,
9 καὶ μελαμφύλλου κλάδον
9 ἀκτ έα ς ἐς αἰπεινὰν προπέμπων
9 αἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν,
9 ἢ τελευταίας ἀμάρυγμα πάλας·
9 τοιῷ[δʼ ὑπερθύ]μῳ σ[θένε]ι
9 γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσας
9 ἵκετʼ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν,
9 τοῦ κ[λέος π]ᾶσαν χθόνα
9 ἦλθε[ν καὶ] ἐπʼ ἔσχατα Νείλου·
9 ταί τʼ ἐπʼ ε[ὐν]αεῖ πόρῳ
9 οἰκεῦσι Θερμώδοντος, ἐγχ έω ν
9 ἵστορες κοῦραι διωξίπποιʼ Ἄρηος,
9 σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν,
9 ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
9 στείχει διʼ εὐρείας κελεύθου
9 μυρία παντᾷ φάτις
9 σᾶς γενεᾶς λιπαρο-
9 ζώνων θυγάτρων, ἃς θεοὶ
9 σὺν τύχαις ᾤκισσαν ἀρχα-
9 γοὺς ἀπορθήτων ἀγυιᾶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme