10
τεύξεται. μυρίαι δʼ ἀνδρῶν ἐπιστᾶμαι πέλονται·
10
ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς
10
ἐλπίδι χρυ εῳ τέθαλεν·
10
ἤ τινα θευπροπίαν
10
εἰδώς· ἕτερος δʼ ἐπὶ πάσι
10
ποικίλον τόξον τιταίνει·
10
οἱ δʼ ἐπʼ ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀγέλαις
10
θυμὸν αὔξουσιν· τὸ μέλλον
10
δʼ ἀκρίτους τίκτει τελευτάς,
10
πᾷ τύχα βρίσει. τὸ μὲν κάλλιστον, ἐσθλὸν
10
ἄνδρα πολλῶν ὑπʼ ἀνθρώπων πολυζήλωτον εἶμεν·
10
οἶδα καὶ πλούτου μεγάλαν δύνασιν,
10
ἃ καὶ τὸν ἀχρεῖον τί[θησ]ι
10
χρηστόν. τί μακρὰν γλῶσσαν ἰθύσας ἐλαύνω
10
ἐκτὸς ὁδοῦ ; πέφαται θνατοῖσι νίκας
10
ὕστε]ρον εὐφροσύνα·
10
αὐλῶν [δὲ ˘¯˘˘¯¯
10
μειγν̣[υτ¯¯˘¯¯
10
χρή τιν[¯¯¯˘¯¯
Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια
11
Νίκα [γλυκύδωρε, μεγίσταν
11
σοὶ πατ[ὴρ ὤπασσε τιμὰν
11
ὑψίζυγ[ος Οὐρανιδᾶν
11
ἐν πολυχρύσῳ δʼ Ὀλύμπῳ
11
Ζηνὶ παρισταμένα
11
κρίνεις τέλος ἀθανάτοι-
11
σίν τε καὶ θνατοῖς ἀρετᾶς.
11
ἔλλαθι, [βαθυ]πλοκάμου
11
κούρα [Στυγὸς ὀρ]θοδίκου· σέθεν δʼ ἕκατι
11
καὶ νῦν Μεταπόντιον εὐ-