Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
11 γυίων [κατέχ]ουσι νέων
11 κῶμοί τε καὶ εὐφροσύναι θ εό τιμον ἄστυ·
11 ὑμνεῦσι δὲ Πυθιόνικον
11 παῖδα θαητὸν Φαΐσκου.
11 ἵλ εῳ νιν ὁ Δαλογενὴς υἱ-
11 ὸς βαθυζώνοιο Λατοῦς
11 δέκτο βλεφάρῳ· πολέες
11 δʼ ἀμφʼ Ἀλεξίδαμον ἀνθ έω ν
11 ἐν πεδίῳ στέφανοι
11 Κίρρας ἔπεσον κρατερᾶς
11 ἦρα παννίκοιο πάλας·
11 οὐκ εἶδέ νιν ἀέλιος
11 κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.
11 φάσω δὲ καὶ ἐν ζαθέοις
11 ἁγνοῦ Πέλοπος δαπέδοις
11 Ἀλφ εὸ ν παρὰ καλλιρόαν, δίκας κέλευθον
11 εἰ μή τις ἀπέτραπεν ὀρθᾶς,
11 παγξένῳ χαίταν ἐλαίᾳ
11 γλαυκᾷ στεφανωσάμενον
11 πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θʼ ἱκέσθαι.
11 [οὔ τι δόλος κακόφρων]
11 παῖδʼ ἐν χθονὶ καλλιχόρῳ
11 ποικίλαις τέχναις πέλασσεν·
11 ἀλλʼ ἢ θεὸς αἴτιος, ἢ
11 γνῶμαι πολύπλαγκτοι βροτῶν
11 ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.
11 νῦν δʼ Ἄρτεμις ἀγροτέρα
11 χρυσαλάκατος λιπαρὰν
11 ἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε.
11 τᾷ ποτʼ Ἀβαντιάδας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme