Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
11 Τίρυνθα τὸν ὁπλότερον
11 κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν·
11 Ζεύς τʼ ἔθελεν Κρονίδας,
11 τιμῶν Δαναοῦ γενεὰν
11 καὶ διωξίπποιο Λυγκ έο ς,
11 παῦσαι στυγερῶν ἀχέων.
11 τεῖχος δὲ Κύκλωπες κάμον
11 ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει
11 κάλλιστον, ἵνʼ ἀντίθεοι
11 ναῖον κλυτὸν ἱππόβοτον
11 Ἄργος ἥρωες περικλειτοὶ λιπόντες.
11 ἔνθεν ἀπεσσύμεναι
11 Προίτου κυανοπλόκαμοι
11 φεῦγον ἄδματοι θύγατρες,
11 τὸν δʼ εἷλεν ἄχος κραδίαν, ξεί-
11 να τέ νιν πλᾶξεν μέριμνα·
11 δοίαξε δὲ φάσγανον ἄμ-
11 φακες ἐν στέρνοισι πᾶξαι.
11 ἀλλά νιν αἰχμοφόροι
11 μύθοισί τε μειλιχίοις
11 καὶ βίᾳ χειρῶν κάτεχον.
11 τρισκαίδεκα μὲν τελέους
11 μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν
11 φεῦγόν τε κατʼ Ἀρκαδίαν
11 μηλοτρόφον· ἀλλʼ ὅτε δὴ
11 Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν,
11 ἔνθεν χρόα νιψάμενος φοι-
11 νικο[κραδέμνοι]ο Λατοῦς
11 κίκλ[ῃσκε θύγατρα] βοῶπιν,
11 χεῖρας ἀντείνων πρὸς αὐγὰς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme