Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
11 ἱππώκεος ἀελίου,
11 τέκνα δυστάνοιο λύσσας
11 πάρφρονος ἐξαγαγεῖν·
11 θύσω δέ τοι εἴκοσι βοῦς
11 ἄζυγας φοινικότριχας.
11 τοῦ δʼ ἔκλυʼ ἀριστοπάτρα
11 θηροσκόπος εὐχομένου· πιθοῦσα δʼ Ἥραν
11 παῦσεν καλυκοστεφάνους
11 κούρας μανιᾶν ἀθέων·
11 ταὶ δʼ αὐτίκα ϝοι τέμενος βωμόν τε τεῦχον,
11 χραῖνόν τέ μιν αἵματι μήλων
11 καὶ χοροὺς ἵσταν γυναικῶν.
11 ἔνθεν καὶ ἀρηϊφίλοις
11 ἄνδρεσσιν ἐς ἱπποτρόφον πόλιν τʼ Ἀχαιοῖς
11 ἕσπεο, σὺν δὲ τύχᾳ
11 ναίεις Μεταπόντιον, ὦ
11 χρυσέα δέσποινα λαῶν·
11 ἄλσος τέ τοι ἱμερόεν
11 Κάσαν παρʼ εὔυδρον πρὸ να-
11 οῖʼ ἑσσαμένων, Πριάμοιʼ ἐπεὶ χρόνῳ
11 βουλαῖσι θεῶν μακάρων
11 πέρσαν πόλιν εὐκτιμέναν
11 χαλκοθωράκων μετʼ Ἀτρειδᾶν. δικαίας
11 ὅστις ἔχει φρένας, εὑ-
11 ρήσει σὺν ἅπαντι χρόνῳ
11 μυρίας ἀλκὰς Ἀχαιῶν.

Ode 12 Τεισίᾳ Ἀιγινήτῃι Παλαιστῇ Νέμεα

12 ὡσεὶ κυβερνήτας σοφός, ὑμνοάνασ-
12 σʼ εὔθυνε Κλειοῖ
12 νῦν φρένας ἁμετέρας,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme