1
ελον· [ἐκ τᾶ]ς μὲν γένος
1
ἔπλε[το καρτε]ρόχειρ
1
Ἀργεῖος [˘ ¯ ˘] λέοντος
1
θυμὸ[ν ἔχων], ὁπότε
1
χρεῖ[ός τι συμ]βολοῖ μάχας,
1
ποσσί[ν τʼ ἐλα]φρό[ς, π]ατρίων
1
τʼ οὐκ [ἀπόκλαρος κ]αλῶν,
1
τόσα Παν[θείδᾳ κλυτό]το-
1
ξος Ἀπό[λλων ὤπασε]ν,
1
ἀμφί τʼ ἰατορίᾳ
1
ξείνων τε φιλάνορι τιμᾷ·
1
εὖ δὲ λαχὼν Χαρίτων
1
πολλοῖς τε θαυμασθεὶς βροτᾶν
1
αἰῶνʼ ἔλυσεν, πέντε παῖ-
1
δας μεγαινήτους λιπών.
1
τῶν ἕνα ϝοι Κρονίδας
1
ὑψίζυγος Ἰσθμιόνικον
1
θῆκεν ἀντʼ εὐεργεσιᾶν, λιπαρῶν τʼ ἄλ-
1
λων στεφάνων ἐπίμοιρον.
1
φαμὶ καὶ φάσω μέγιστον
1
κῦδος ἔχειν ἀρετάν, πλοῦ-
1
τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ,
1
ἐθέλει δʼ αὔξειν φρένας ἀν-
1
δρός· ὁ δʼ εὖ ἔρδων θεοὺς
1
ἐλπίδι κυδροτέρᾳ
1
σαίνει κέαρ· εἰ δʼ ὑγιείας
1
θνατὸς ἐὼν ἔλαχεν,
1
ζώειν τʼ ἀπʼ οἰκείων ἔχει,
1
πρώτοις ἐρίζει· παντί τοι
1
τέρψις ἀνθρώπων βίῳ