Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
13 ἄϊξαν ὑσμίναν φέροντες·
13 ὦρσάν τε φόβον Δαναοῖς·
13 ὤτρυνε δʼ Ἄρης
13 εὐεγχής, Λυκίων τε
13 Λοξίας ἄναξ Ἀπόλλων·
13 ἷξόν τʼ ἐπὶ θῖνα θαλάσσας·
13 ναυσὶ δʼ εὐπύμνοις παραὶ
13 μάρναντʼ, ἐναριζομένων
13 δʼ ἔρ]ευθε φώτων
13 αἵμα]τι γαῖα μέλαινα
13 Ἑκτορ]έας ὑπὸ χειρός,
13 πῆμα μ]έγʼ ἡμιθέοις
13 !!!!!] ἰσοθ έω ν διʼ ὁρμάν.
13 !!!!!]ρονες, ἦ μεγάλαισιν ἐλπίσιν
13 !!!!]οντες ὑπερφίαλον
13 [ׯ˘¯¯]
13 !!!!]ς ἱππευταὶ κυανώπιδας ἐκ-
13 ¯¯˘¯¯¯] νέας
13 ¯¯˘˘ εἰλα]πίνας τʼ ἐν
13 ἁμέ]ρ[α]ις ἕξειν θεόδματον πόλιν.
13 μέλλον ἄρα πρότερον δι-
13 νᾶντα φοινίξειν Σκάμανδρον,
13 θνᾴσκοντες ὑπʼ Αἰακίδαις
13 ἐρειψ[ιτ]ο̣ί ̣[χοις·
13 τῶν εἰ καὶ τ[˘˘¯¯
13 ἢ βαθυξύλω[ι˘¯¯
13 οὐ γὰρ ἀλα[μπέσ]ι νυ[κτὸς
13 πασιφανὴς Ἀρετὰ
13 κρυφθεῖσʼ ἀμαυρο[ῦται δνόφοισιν,
13 ἀλλʼ ἔμπεδον ἀκ[αμάτᾳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme