Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
13 βρύουσα δόξᾳ
13 στρωφᾶται κατὰ γᾶν [τε
13 καὶ πολυπλάγκταν θ[άλασσαν.
13 καὶ μὰν φερεκυδέα ν[ᾶσον
13 Αἰακοῦ τιμᾷ, σὺν Εὐ-
13 κλείᾳ δὲ φιλοστεφ[άνῳ
13 πόλιν κυβερνᾷ,
13 Εὐνομία τε σαόφρων,
13 ἃ θαλίας τε λέλογχεν
13 ἄστεά τʼ εὐσεβέων
13 ἀνδρῶν ἐν εἰρήνᾳ φυλάσσει·
13 νίκαν τʼ ἐρικυδέα μέλπετʼ, ὦ νέοι,
13 Πυθ έα , μελέταν τε βροτω-
13 φελ έα Μενάνδρου,
13 τὰν ἐπʼ Ἀλφειοῦ τε ῥοαῖς θαμὰ δὴ
13 τίμασεν ἁ χρυσάρματος
13 σεμνὰ μεγάθυμος Ἀθάνα,
13 μυρίων τʼ ἤδη μίτραισιν ἀνέρων
13 ἐστεφάνωσεν ἐθείρας
13 ἐν πανελλάνων ἀέθλοις.
13 εἰ μή τινα θερσιεπὴς
13 φθόνος βιᾶται,
13 αἰνείτω σοφὸν ἄνδρα
13 σὺν δίκᾳ. βροτῶν δὲ μῶμος
13 πάντεσσι μέν ἐστιν ἐπʼ ἔργοις·
13 ἁ δʼ ἀλαθεία φιλεῖ
13 νικᾶν, ὅ τε πανδαμάτωρ
13 χρόνος τὸ καλῶς
13 ἐ]ργμένον αἰὲν ἀ[έξει·
13 δυσμενέων δὲ μα[ταία

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme