Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
13 γλῶσσʼ ἀϊδ]ὴς μιν[ύθει
13 ἐλπίδι θυμὸν ἰαίνει·
13 τᾷ καὶ ἐγὼ πίσυνο[ς
13 φοινικοκραδέμνοισ[ι Μούσαις
13 ὕμνων τινὰ τάνδε ν[εόπλοκον δόσιν
13 φαίνω, ξενίαν τε [φιλά-
13 γλαον γεραίρω,
13 τὰν ἐμοὶ Λάμπων [παρέχων χάριν οὐ
13 βληχρὰν ἐπαθρήσαις τ[ίει,
13 τὰν εἴ γʼ ἐτύμως ἄρα Κλειὼ
13 πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν,
13 τερψιεπεῖς νιν ἀοιδαὶ
13 παντὶ καρύξοντι λαῷ.

Ode 14 Κλεοπτολέμῳ Θεσσαλῷ Ἵπποις Πετραῖα

14 εὖ μὲν εἱμάρθαι παρὰ δαί[μονος ἀν-
14 θρώποις ἄριστον·
14 συμφορὰ δʼ ἐσθλόν τʼ ἀμαλδύ-
14 νει βαρύτλατος μολοῦσα·
14 κἀγατ]ὸν ἰδʼ ὑψιφανῆ τε[ύ-
14 χει κ]ατορθωθεῖσα· τιμὰν
14 δʼ ἄλ]λος ἀλλοίαν ἔχει·
14 μυρί]αι δʼ ἀνδρῶν ἀρεταί, μία δʼ ἐ[κ
14 πασᾶ]ν πρόκειται,
14 ὃς τὸ] πὰρ χειρὸς κυβερνᾶ-
14 ται δι]καίαισι φρένεσσιν.
14 οὔτʼ ἐ]ν βαρυπενθέσιν ἁρμό-
14 ζει μ]άχαις φόρμιγγος ὀμφὰ
14 καὶ λι]γυκλαγγεῖς χοροί,
14 οὔτʼ ἐ]ν θαλίαις καναχὰ
14 χαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme