Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
1 ἕπεται νόσφιν γε νόσων
1 πενίας τʼ ἀμαχάνου.
1 ἶσον ὅ τʼ ἀφνεὸς ἱ-
1 μείρει μεγάλων ὅ τε μείων
1 παυροτέρων· τὸ δὲ πάν-
1 των εὐμαρεῖν οὐδὲν γλυκὺ
1 θνατοῖσιν, ἀλλʼ αἰεὶ τὰ φεύ-
1 γοντα δίζηνται κιχεῖν.
1 ὅντινα κουφόταται
1 θυμὸν δονέουσι μέριμναι,
1 ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον τι-
1 μάν· ἀρετὰ δʼ ἐπίμοχθος
1 μέν, τε]λευταθεῖσα δʼ ὀρθῶς
1 ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί-
1 πει πο]λυζήλωτον εὐκλείας ἄγαλμα.

Ode 2 Τῷ Αὐτῷ

2 ἄ[ϊξεν ἁ] σεμνοδότειρα Φήμα
2 ἐς Κέον ἱεράν, χαριτώ-
2 νυμον φέρουσʼ ἀγγελίαν,
2 ὅτι μ[άχ]ας θρασύχειρος Ἀρ-
2 γεῖος ἄρατο νίκαν·
2 καλῶν δʼ ἀνέμνασεν, ὅσʼ ἐν κλεεννῷ
2 αὐχένι ϝισθμοῦ ζαθέαν
2 λιπόντες Εὐξαντίδα νᾶ-
2 σον ἐπεδείξαμεν ἑβδομή-
2 κοντα σὺν στεφάνοισιν.
2 καλεῖ δὲ Μοῦσʼ αὐθιγενὴς
2 γλυκεῖαν αὐλῶν καναχάν,
2 γεραίρουσʼ ἐπινικίοις
2 Πανθείδα φίλον υἱόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme