Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια.

3 ἀριστοκάρπου Σικελίας κρέουσαν
3 Δάματρα ϝιοστέφανόν τε κούραν
3 ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τʼ Ὀ-
3 λυμπιοδρόμους Ἱέρωνος ἵππους.
3 σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ
3 σὺν Ἀγ]λαΐᾳ τε παρʼ εὐρυδίναν
3 Ἀλφ εό ν, τόθι Δ]εινομέν εο ς ἔθηκαν
3 ὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι.
3 θρόησε δὲ λ[αὸς ἀπείρων·
3 ἆ τρισευδαίμ[ων ἀνήρ,
3 ὃ παρὰ Ζηνὸς λαχὼν
3 πλείσταρχον Ἑλλάνων γέρας
3 οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ-
3 φαρέϊ κρύπτειν σκότῳ.
3 βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς,
3 βρύουσι φιλοξενίας ἀγυιαί·
3 λάμπει δʼ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς
3 ὑψιδαιδάλτων τριπόδων σταθέντων
3 πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος
3 Φοίβου παρὰ Κασταλίας ῥεέθροις
3 Δελφοὶ διέπουσι. θεόν, θεόν τις
3 ἀγλαϊζέτ ω, ὁ γὰρ ἄριστος ὄλβων.
3 ἐπεί ποτε καὶ δαμασίππου
3 Λυδίας ἀρχαγέταν,
3 εὖτε τὰν πεπ[ρωμέναν
3 Ζηνὸς τελε[ιοῦσαι κρίσιν
3 Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ,
3 Κροῖσον ὁ χρυσά[ορος
3 φύλαξʼ Ἀπόλλων. [ὁ δʼ ἐς ἄ]ελπτον ἆμαρ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme