Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
3 σὺν τανισφύροις κατένασσε κούραις
3 δι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.
3 ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.
3 ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς,
3 ὦ μεγαίνητε Ἱέρων, θελήσει
3 φάμ]εν σέο πλείονα χρυσὸν
3 Λοξί]ᾳ πέμψαι βροτῶν.
3 εὖ λέγ]ειν πάρεστιν, ὅσ-
3 τις μὴ φθόνῳ πιαίνεται,
3 θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον,
3 τεθμ]ίου σκᾶπτρον Διὸς
3 ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν·
3 ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων
3 ἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι.
3 καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών·
3 δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν
3 ἐφαμ]ερίων· ὁ δʼ ἄναξ [Ἀπόλλων
3 ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι·
3 θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν
3 γνώμας, ὅτι τʼ αὔριον ὄψ εα ι
3 μοῦνον ἁλίου φάος,
3 χὥτι πεντήκοντʼ ἔτ εα
3 ζωὰν βαθύπλουτον τελεῖς.
3 ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ
3 κερδέων ὑπέρτατον.
3 φρον έο ντι συνετὰ γαρύω· βαθὺς μὲν
3 αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου
3 οὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός·
3 ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν π[αρ]έντα
3 γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme