Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides
3 ἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει
3 βροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰ
3 Μοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δʼ ὄλβου
3 κάλλιστʼ ἐπεδ[είξ]αο θνατοῖς
3 ἄνθεα· πράξα[ντι] δʼ εὖ
3 οὐ φέρει κόσμον σιω-
3 πά· σὺν δʼ ἀλαθείᾳ καλῶν
3 καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
3 Κηΐας ἀηδόνος.

Ode 4 Τῷ Αὐτῷ Ἵπποις Πύθια.

4 ἔτι Συρακοσίαν φιλεῖ
4 πόλιν ὁ χρυσοκόμας Ἀπόλλων,
4 ἀστύθεμίν θʼ Ἱέρωνα γεραίρει·
4 τρίτον γὰρ παρʼ ὀμφα]λὸν ὑψιδείρου χθονὸς
4 Πυθιόνικ[ος ἀείδε]ται
4 ὠκυπόδ[ων ἀρετᾶ] σὺν ἵππων.
4 έ̣[!!!!] ἁδυεπὴς ἀ[να-
4 ξιφόρ]μιγγος Ουρ[αν]ίας ἀλέκτωρ
4 !!!!!!]εν· ἀλλʼ ἑκ[όν]τι νόῳ,
4 !!!!!ο]υς ἐπέσεισ̣εν ὕμνους
4 ἔτι δὲ τέ]τρατον εἴ τις ορ-
4 !!!!!!!]εἵλκε Δίκ]ας τάλαν[τον
4 Δεινομέν εό ς κʼ ἐγερα[ίρο]μεν υἱόν.
4 πάρεστίν νιν ἀγχιάλοισ[ι Κρίσ]ας μυχοῖς
4 μοῦνον ἐπιχθονίων τάδε
4 μησάμενον στεφάνοις ἐρέπτειν
4 δύο τʼ Ὀλυμπιονίκας
4 ἀείδειν. τί φέρτερον ἢ θεοῖσιν
4 φίλον ἐόντα παντο[δα]πῶν
4 λαγχάνειν ἄπο μοῖρα[ν ἐσ]θλῶν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme