Thesauros Literature lyric Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια.

5 εὔμοιρε Συρακοσίων
5 ἱπποδινήτων στραταγέ,
5 γνώσει μὲν ἰοστεφάνων
5 Μοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦν
5 αἴ τις ἐπιχθονίων,
5 ὀρθῶς· φρένα δʼ εὐθύδικον
5 ἀτρέμʼ ἀμπαύσας μεριμνᾶν
5 δεῦρʼ ἐπάθρησον νόῳ,
5 ᾗ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάνας
5 ὕμνον ἀπὸ ζαθέας
5 νάσου ξένος ὑμετέραν πέμ-
5 πει κλεεννὰν ἐς πόλιν,
5 χρυσάμπυκος Οὐρανίας κλει-
5 νὸς θεράπων· ἐθέλει δὲ
5 γᾶρυν ἐκ στηθ έω ν χέων
5 αἰνεῖν Ἱέρωνα. βαθὺν
5 δʼ αἰθέρα ξουθαῖσι τάμνων
5 ὑψοῦ πτερύγεσσι ταχεί-
5 αις αἰετὸς εὐρυάνακτος ἄγγελος
5 Ζηνὸς ἐρισφαράγου
5 θαρσεῖ κρατερᾷ πίσυνος
5 ἰσχύϊ, πτάσσοντι δʼ ὄρνι-
5 χες λιγύφθογγοι φόβῳ·
5 οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,
5 οὐδʼ ἁλὸς ἀκαμάτας
5 δυσπαίπαλα κύματα· νωμᾶ-
5 ται δʼ ἐν ἀτρύτῳ χάει
5 λεπτότριχα σὺν ζεφύρου πνοι-
5 αῖσιν ἔθειραν ἀρίγνω-

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme