17
τῶ σε, πολέμαρχε Κνωσίων,
17
κέλομαι πολύστονον
17
ἐρύκεν ὕβριν· οὐ γὰρ ἂν θελοι-
17
μʼ ἀμβρότου ἐραννὸν Ἀοῦς
17
ἰδεῖν φάος, ἐπεί τινʼ ἠϊθ έω ν
17
σὺ δαμάσειας ἀέκον-
17
τα· πρόσθε χειρῶν βίαν
17
δείξομεν· τὰ δʼ ἐπιόντα δαίμων κρινεῖ.
17
τόσʼ εἶ]πεν ἀρέταιχμος ἥρως·
17
τάφον δὲ ναυβάται
17
φωτὸς] ὑπεράφανον
17
θάρσος· Ἁλίου τε γαμβρῷ χολώ[σατʼ ἦτορ,
17
ὕφαινέ τε ποταινίαν
17
μῆτιν, εἶπέν τε· μεγαλοσθενὲς
17
Ζεῦ πάτερ, ἄκουσον· εἴπερ μ[ε κούρ]α
17
Φοίνισσα λευκώλενος σοὶ τέκε,
17
νῦν πρόπεμπʼ ἀπʼ οὐρανοῦ θ[οὰν
17
πυριέθειραν ἀστραπὰν
17
σᾶμʼ ἀρίγνωτον· εἰ
17
δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι
17
φύτευσεν Αἴθρα Ποσει-
17
δᾶνι, τόνδε χρύσεον
17
χειρὸς ἀγλαὸν
17
ἔνεγκε κόσμον ἐκ βαθείας ἁλός,
17
δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.
17
εἴσεαι δʼ αἴ κʼ ἐμᾶς κλύῃ
17
Κρόνιος εὐχᾶς
17
ἀναξιβρόντας ὁ πάντων μεδ έω ν.
17
κλύε δʼ ἄμετρον εὐχὰν μεγασθενὴς
17
Ζεύς, ὑπέροχόν τε Μίνωϊ φύτευσε