Thesauros Literature lyric Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides
17 τιμὰν φίλῳ θέλων
17 παιδὶ πανδερκέα θέμεν,
17 ἄστραψέ θʼ· ὁ δὲ θυμάρμενον
17 ἰδὼν τέρας πέτασε χεῖρας
17 κλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἥρως,
17 εἶρέν τε· Θησεῦ, σὺ τάδε
17 μὲν βλέπεις σαφῆ Διὸς
17 δῶρα· σὺ δʼ ὄρνυʼ ἐς βα-
17 ρύβρομον πέλαγος· Κρονίδας
17 δέ τοι πατὴρ ἄναξ τελεῖ
17 Ποσειδὰν ὑπέρτατον
17 κλέος χθόνα κατʼ ἠΰδενδρον.
17 ὣς εἶπε· τῷ δʼ οὐ πάλιν
17 θυμὸς ἀνεκάμπτετʼ, ἀλλʼ εὐ-
17 πάκτων ἐπʼ ἰκρίων
17 σταθεὶς ὄρουσε, πόντιόν τέ νιν
17 δέξατο θελημὸν ἄλσος.
17 τά[φ]εν δὲ Διὸς υἱὸς ἔνδοθεν
17 κέαρ, κέλευσέ τε κατʼ οὖ-
17 ρον ἴσχεν εὐδαίδαλον
17 νᾶα· μοῖρα δʼ ἑτέραν ἐπόρσυνʼ ὁδόν.
17 ἵετο δʼ ὠκύπομπον δόρυ· σόει
17 νιν βορεὰς ἐξόπιν πνέουσʼ ἀήτα·
17 τρέσσαν δʼ Ἀθαναίων
17 ἠϊθ έω ν πᾶν γένος, ἐπεὶ
17 ἥρως θόρεν πόντονδε, κα-
17 τὰ λειρίων τʼ ὀμμάτων δά-
17 κρυ χ έο ν, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν·
17 φέρον δὲ δελφῖνες ἁλι-
17 ναιέται μέγαν θοῶς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme