Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

13 ἆρʼ οὖν ταῦτα μόνον ἐναργῶς μάχεται τοῖς Ἀσκληπιάδου δόγμασιν ἢ καὶ τὸ θέρους μὲν πλείονα κενοῦσθαι τὴν ξανθὴν χολὴν ὑπὸ τῶν αὐτῶν φαρμάκων, χειμῶνος δὲ τὸ φλέγμα, καὶ νεανίσκῳ μὲν πλείονα τὴν χολήν, πρεσβύτῃ δὲ τὸ φλέγμα; φαίνεται γὰρ ἕκαστον ἕλκειν τὴν οὖσαν, οὐκ αὐτὸ γεννᾶν τὴν οὐκ οὖσαν. εἰ γοῦν ἐθελήσαις νεανίσκῳ τινὶ τῶν ἰσχνῶν καὶ θερμῶν ὥρᾳ θέρους μήτʼ ἀργῶς βεβιωκότι μήτʼ ἐν πλησμονῇ φλέγματος ἀγωγὸν δοῦναι φάρμακον, ὀλίγιστον μὲν καὶ μετὰ βίας πολλῆς ἐκκενώσεις τοῦ χυμοῦ, βλάψεις δʼ ἐσχάτως τὸν ἄνθρωπον· ἔμπαλιν δʼ εἰ χολαγωγὸν δοίης, καὶ πάμπολυ κενώσεις καὶ βλάψεις οὐδέν.
13 ἆρʼ ἀπιστοῦμεν ἔτι τῷ μὴ οὐχ ἕκαστον τῶν φαρμάκων ἐπάγεσθαι τὸν οἰκεῖον ἑαυτῷ χυμόν; ἴσως φήσουσιν οἱ ἀπʼ Ἀσκληπιάδου, μᾶλλον δʼ οὐκ ἴσως, ἀλλὰ πάντως ἀπιστεῖν ἐροῦσιν, ἵνα μὴ προδῶσι τὰ φίλτατα.
14 πάλιν οὖν καὶ ἡμεῖς ἐφʼ ἑτέραν μεταβῶμεν ἀδολεσχίαν· οὐ γὰρ ἐπιτρέπουσιν οἱ σοφισταὶ τῶν ἀξίων τι ζητημάτων προχειρίζεσθαι καίτοι παμπόλλων ὑπαρχόντων, ἀλλὰ κατατρίβειν ἀναγκάζουσι τὸν χρόνον εἰς τὴν τῶν σοφισμάτων, ὧν προβάλλουσι, λύσιν.
14 τίς οὖν ἡ ἀδολεσχία; ἡ ἔνδοξος αὕτη καὶ πολυθρύλητος λίθος ἡ τὸν σίδηρον ἐπισπωμένη. τάχα γὰρ ἂν αὕτη ποτὲ τὴν ψυχὴν αὐτῶν ἐπισπάσαιτο πιστεύειν εἶναί τινας ἐν ἑκάστῳ τῶν σωμάτων ἑλκτικὰς τῶν οἰκείων ποιοτήτων δυνάμεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme