Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

16 μόνη δή τις ἔτι καὶ πάντων ἔρημος ἀπελείπετο τῶν σοφισμάτων ἐν τοῖς κάτω τῆς κοίης ἡ πρὸς τὸ κενούμενον ἀκολουθία, διά τε τοὺς ἐπὶ ταῖς ἰσχουρίαις ἀποθνήσκοντας ἀπολωλεκυῖα τὴν πιθανότητα καὶ διὰ τὴν τῶν νεφρῶν θέσιν οὐδὲν ἧττον. εἰ μὲν γὰρ ἅπαν ἐπʼ αὐτοὺς ἐφέρετο τὸ αἷμα, δεόντως ἄν τις ἅπαν ἔφασκεν αὐτὸ καθαίρεσθαι. νυνὶ δέ, οὐ γὰρ ὅλον ἀλλὰ τοσοῦτον αὐτοῦ μέρος, ὅσον αἱ μέχρι νεφρῶν δέχονται φλέβες, ἐπʼ αὐτοὺς ἔρχεται, μόνον ἐκεῖνο καθαρθήσεται. καὶ τὸ μὲν ὀρρῶδες αὐτοῦ καὶ λεπτὸν οἷον διʼ ἠθμῶν τινων τῶν νεφρῶν διαδύσεται· τὸ δʼ αἱματῶδές τε καὶ παχὺ κατὰ τὰς φλέβας ὑπομένον ἐμποδὼν στήσεται τῷ κατόπιν ἐπιρρέοντι. παλινδρομεῖν οὖν αὐτὸ πρότερον ἐπὶ τὴν κοίλην ἀναγκαῖον καὶ κενὰς οὕτως ἐργάζεσθαι τὰς ἐπὶ τοὺς νεφροὺς ἰούσας φλέβας, αἳ δεύτερον οὐκέτι παρακομιοῦσιν ἐπʼ αὐτοὺς ἀκάθαρτον αἷμα· κατειληφότος γὰρ αὐτὰς τοῦ προτέρου πάροδος οὐδεμία λέλειπται. τίς οὖν ἡμῖν ἡ δύναμις ἀπάξει πάλιν ὀπίσω τῶν νεφρῶν τὸ καθαρὸν αἷμα; τίς δὲ τοῦτο μὲν διαδεξαμένη κελεύσει πάλιν πρὸς τὸ κάτω μέρος ἰέναι τῆς κοίλης, ἑτέρῳ δʼ ἄνωθεν ἐπιφερομένῳ προστάξει, πρὶν ἐπὶ τοὺς νεφροὺς ἀπελθεῖν, μὴ φέρεσθαι κάτω;
16 ταῦτʼ οὖν ἅπαντα συνιδὼν ὁ Ἐρασίστρατος ἀποριῶν μεστὰ καὶ μίαν μόνην δόξαν εὔπορον εὑρὼν ἐν ἅπασι τὴν τῆς ὁλκῆς, οὔτʼ ἀπορεῖσθαι βουλόμενος οὔτε τὴν Ἱπποκράτους ἐθέλων λέγειν ἄμεινον ὑπέλαβε σιωπητέον εἶναι περὶ τοῦ τρόπου τῆς διακρίσεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme