Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

17 τὸ μὲν οὖν ἅπαντα τὰ τρεφόμενα μόρια ποιεῖν τι περίττωμα συγχωρούμενον, τὸ δὲ τοὺς νεφροὺς μόνους, οὕτω σμικρὰ σώματα, χόας ὅλους τέτταρας ἢ καὶ πλείους ἴσχειν ἐνίοτε περιττώματος οὔθʼ ὁμολογούμενον οὔτε λόγον ἔχον· τὸ γὰρ ἑκάστου τῶν μειζόνων σπλάγχνων περίττωμα πλεῖον ἀναγκαῖον ὑπάρχειν. οἷον αὐτίκα τὸ τοῦ πνεύμονος, εἴπερ ἀνάλογον τῷ μεγέθει τοῦ σπλάγχνου γίγνοιτο, πολλαπλάσιον ἔσται δήπου τοῦ κατὰ τοὺς νεφρούς, ὥσθʼ ὅλος μὲν ὁ θώραξ ἐμπλησθήσεται, πνιγήσεται δʼ αὐτίκα τὸ ζῷον. ἀλλʼ εἰ ἴσον φήσει τις γίγνεσθαι τὸ καθʼ ἕκαστον τῶν ἄλλων μορίων περίττωμα, διὰ ποίων κύστεων ἐκκρίνεται; εἰ γὰρ οἱ νεφροὶ τοῖς κωθωνιζομένοις τρεῖς ἢ τέτταρας ἐνίοτε χόας ποιοῦσι περιττώματος, ἑκάστου τῶν ἄλλων σπλάγχνων πολλῷ πλείους ἔσονται καὶ πίθου τινὸς οὕτω μεγίστου δεήσει τοῦ δεξομένου τὰ πάντων περιττώματα. καίτοι πολλάκις, ὅσον ἔπιέ τις, ὀλίγου δεῖν οὔρησεν ἅπαν, ὡς ἂν ἐπὶ τοὺς νεφροὺς φερομένου τοῦ πόματος ἅπαντος.
17 ἔοικεν οὖν ὁ τὸ τρίτον ἐξαπατῶν οὗτος οὐδὲν ἀνύειν ἀλλʼ εὐθὺς γεγονέναι κατάφωρος καὶ μένειν ἔτι τὸ ἐξ ἀρχῆς ἄπορον Ἐρασιστράτῳ τε καὶ τοῖς ἄλλοις ἅπασι πλὴν Ἱπποκράτους. διατρίβω δʼ ἑκὼν ἐν τῷ τόπῳ σαφῶς εἰδώς, ὅτι μηδὲν εἰπεῖν ἔχει μηδεὶς ἄλλος περὶ τῆς τῶν νεφρῶν ἐνεργείας, ἀλλʼ ἀναγκαῖον ἢ τῶν μαγείρων ἀμαθεστέρους φαίνεσθαι μηδʼ ὅτι διηθεῖται διʼ αὐτῶν τὸ οὖρον ὁμολογοῦντας ἢ τοῦτο συγχωρήσαντας μηδὲν ἔτʼ ἔχειν εἰπεῖν ἕτερον αἴτιον τῆς διακρίσεως πλὴν τῆς ὁλκῆς.
17 ἀλλʼ εἰ μὴ τῶν οὔρων ἡ φορὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ γίγνεται, δῆλον, ὡς οὐδʼ ἡ τοῦ αἵματος οὐδʼ ἡ τῆς χολῆς ἢ εἴπερ ἐκείνων καὶ τούτου· πάντα γὰρ ὡσαύτως ἀναγκαῖον ἐπιτελεῖσθαι καὶ κατʼ αὐτὸν τὸν Ἐρασίστρατον.
17 εἰρήσεται δʼ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τῷ μετὰ ταῦτα γράμματι.
← Previous 43 / 43

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme