Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

6 Καταβληθέντος δὴ τοῦ σπέρματος εἰς τὴν μήτραν εἰς τὴν γῆν, οὐδὲν γὰρ διαφέρει, χρόνοις τιοὶν ὡρισμένοις πάμπολλα συνίσταται μόρια τῆς γεννωμένης οὐσίας ὑγρότητι καὶ ξηρότητι καὶ ψυχρότητι καὶ θερμότητι καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τούτοις ἕπεται, διαφέροντα. τὰ δʼ ἑπόμενα γιγνώσκεις, εἴπερ ὅλως ἐφιλοσόφησάς τι περὶ γενέσεως καὶ φθορᾶς· αἱ λοιπαὶ γὰρ τῶν ἁπτῶν ὀνομαζομένων διαφορῶν ταῖς εἰρημέναις ἕπονται πρῶται καὶ μάλιστα, μετὰ δὲ ταύτας αἱ γευσταί τε καὶ ὀσφρηταὶ καὶ ὁραταί. σκληρότης μὲν οὖν καὶ μαλακότης καὶ γλισχρότης καὶ κραυρότης καὶ κουφότης καὶ βαρύτης καὶ πυκνότης καὶ ἀραιότης καὶ λειότης καὶ τραχύτης καὶ παχύτης καὶ λεπτότης ἁπταὶ διαφοραὶ καὶ εἴρηται περὶ πασῶν Ἀριστοτέλει καλῶς. οἶσθα δὲ δήπου καὶ τὰς γευστάς τε καὶ ὀσφρητὰς καὶ ὁρατὰς διαφοράς. ὥστʼ, εἰ μὲν τὰς πρώτας τε καὶ στοιχειώδεις ἀλλοιωτικὰς δυνάμεις ζητοίης, ὑγρότης ἐστὶ καὶ ξηρότης καὶ ψυχρότης καὶ θερμότης· εἰ δὲ τὰς ἐκ τῆς τούτων κράσεως γενομένας, τοσαῦται καθʼ ἕκαστον ἔσονται ζῷον, ὅσαπερ ἂν αὐτοῦ τὰ αἰσθητὰ στοιχεῖα ὑπάρχῃ· καλεῖται δʼ αἰσθητὰ στοιχεῖα τὰ ὁμοιομερῆ πάντα τοῦ σώματος μόρια· καὶ ταῦτʼ οὐκ ἐκ μεθόδου τινὸς ἀλλʼ αὐτόπτην γενόμενον ἐκμαθεῖν χρὴ διὰ τῶν ἀνατομῶν.
6 ὀστοῦν δὴ καὶ χόνδρον καὶ νεῦρον καὶ ὑμένα καὶ σύνδεσμον καὶ φλέβα καὶ πάνθʼ ὅσα τοιαῦτα κατὰ τὴν πρώτην τοῦ ζῴου γένεσιν ἡ φύσις ἀπεργάζεται δυνάμει χρωμένη καθόλου μὲν εἰπεῖν τῇ γεννητικῇ τε καὶ ἀλλοιωτικῇ, κατὰ μέρος δὲ θερμαντικῇ τε καὶ ψυκτικῇ καὶ ξηραντικῇ καὶ ὑγραντικῇ καὶ ταῖς ἐκ τῆς τούτων κράσεως γενομέναις, οἷον ὀστοποιητικῇ τε καὶ νευροποιητικῇ καὶ χονδροποιητικῇ· σαφηνείας γὰρ ἕνεκα καὶ τούτοις τοῖς ὀνόμασι χρηστέον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme