Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 1

6 αἱ δὲ κατὰ μέρος ἅπασαι δυνάμεις τῆς φύσεως αἱ ἀλλοιωτικαὶ αὐτὴν μὲν τὴν οὐσίαν τῶν χιτώνων τῆς κοιλίας καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν ἀπετέλεσαν, οἵαπέρ ἐστι· τὴν δὲ σύνθεσιν αὐτῶν καὶ τὴν τῶν ἐμφυομένων πλοκὴν καὶ τὴν εἰς τὸ ἔντερον ἐκφυσιν καὶ τὴν τῆς ἔνδον κοιλότητος ἰδέαν καὶ τἆλλʼ ὅσα τοιαῦτα δύναμίς τις ἑτέρα διέπλασεν, ἣν διαπλαστικὴν ὀνομάζομεν, ἣν δὴ καὶ τεχνικὴν εἶναι λέγομεν, μᾶλλον δʼ ἀρίστην καὶ ἄκραν τέχνην καὶ πάντα τινὸς ἕνεκα ποιοῦσαν, ὡς μηδὲν ἀργὸν εἶναι μηδὲ περιττὸν μηδʼ ὅλως οὕτως ἔχον, ὡς δύνασθαι βέλτιον ἑτέρως ἔχειν. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς περὶ χρείας μορίων ἀπδείξομεν.
7 Ἐπὶ δὲ τὴν αὐξητικὴν ἤδη μεταβάντες δύναμιν αὐτὸ τοῦθʼ ὑπομνήσωμεν πρῶτον, ὡς ὑπάρχει μὲν καὶ αὐτὴ τοῖς κυουμένοις ὥσπερ καὶ ἡ θρεπτική· ἀλλʼ οἶον ὑπηρέτιδές τινές εἰσι τηνικαῦτα τῶν προειρημένων δυνάμεων, οὐκ ἐν αὑταῖς ἔχουσαι τὸ πᾶν κῦρος. ἐπειδὰν δὲ τὸ τέλειον ἀπολάβῃ μέγεθος τὸ ζῷον, ἐν τῷ μετὰ τὴν ἀποκύησιν χρόνῳ παντὶ μέχρι τῆς ἀκμῆς ἡ μὲν αὐξητικὴ τηνικαῦτα κρατεῖ· βοηθοὶ δʼ αὐτῆς καὶ οἷον ὑπηρέτιδες ἥ τʼ ἀλλοιωτικὴ δύναμίς ἐστι καὶ ἡ θρεπτική. τί οὖν τὸ ἴδιόν ἐστι τῆς αὐξητικῆς δυνάμεως; εἰς πᾶν μέρος ἐκτεῖναι τὰ πεφυκότα. καλεῖται δʼ οὕτω τὰ στερεὰ μόρια τοῦ σώματος, ἀρτηρίαι καὶ φλέβες καὶ νεῦρα καὶ ὀστᾶ καὶ χόνδροι καὶ ὑμένες καὶ σύνδεσμοι καὶ οἱ χιτῶνες ἅπαντες, οὓς στοιχειώδεις τε καὶ ὁμοιομερεῖς καὶ ἁπλοῦς ὀλίγον ἔμπροσθεν ἐκαλοῦμεν. ὅτῳ δὲ τρόπῳ τὴν εἰς πᾶν μέρος ἔκτασιν ἴσχουσιν, ἐγὼ φράσω παράδειγμά τι πρότερον εἰπὼν ἕνεκα τοῦ σαφοῦς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme