Book 2
6
διὸ δή μοι καὶ δοκοῦσιν ἀμαθῶς πάνυ τὴν εἰς τὰ τοιαῦτα στοιχεῖα τῶν ἁπλῶν ἀγγείων εἰσάγειν διάλυσιν ἔνιοι τῶν Ἐρασιστρατείων. ἐμοὶ γοῦν οὐδὲν διαφέρει. καθʼ ἑκατέρους γὰρ ἄτοπος ὁ τῆς θρέψεως ἔσται λόγος, ἐκείνοις τοῖς ἁπλοῖς ἀγγείοις τοῖς σμικροῖς τοῖς συντιθεῖσι τὰ μεγάλα τε καὶ αἰσθητὰ νεῦρα κατὰ μὲν τοὺς συνεχῆ φυλάττοντας αὐτὰ μὴ δυναμένης γενέσθαι τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας, ὅτι μηδὲν ἐν τῷ συνεχεῖ γίγνεται κενόν, κἂν ἀπορρέῃ τι· συνέρχεται γὰρ πρὸς ἄλληλα τὰ καταλειπόμενα μόρια, καθάπερ ἐπὶ τοῦ ὕδατος ὁρᾶται, καὶ πάλιν ἓν γίγνεται πάντα τὴν χώραν τοῦ διαφορηθέντος αὐτὰ καταλαμβάνοντα· κατὰ δὲ τοὺς ἑτέρους, ὅτι τῶν στοιχείων ἐκείνων οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας. ἐπὶ γὰρ τῶν αἰσθητῶν μόνων, οὐκ ἐπὶ τῶν λόγῳ θεωρητῶν ἔχει δύναμιν, ὡς αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ διαρρήδην, οὐ περὶ τοῦ τοιούτου κενοῦ φάσκων ἑκάστοτε ποιεῖσθαι τὸν λόγον, ὃ κατὰ βραχὺ παρέσπαρται τοῖς σώμασιν, ἀλλὰ περὶ τοῦ σαφοῦς καὶ αἰσθητοῦ καὶ ἀθρόου καὶ μεγάλου καὶ ἐναργοῦς καὶ ὅπως ἂν ἄλλως ὀνομάζειν ἐθέλῃς. Ἐρασίστρατος μὲν γὰρ αὐτὸς αἰσθητὸν ἀθρόως οὔ φησι δύνασθαι γενέσθαι κενόν· ἐγὼ δʼ ἐκ περιουσίας εὐπορήσας ὀνομάτων ταὐτὸν δηλοῦν ἔν γε τῷ νῦν προκειμένῳ λόγῳ δυναμένων καὶ τἆλλα προσέθηκα.