Book 2
6
πῶς οὖν ἡ πρὸς τὸ κενούμενον ἀκολουθία τρέφειν ἀδύνατός ἐστι τὸν οὕτω διακείμενον; ὅτι τοσοῦτον ἀκολουθεῖν ἀναγκάζει τῶν συνεχῶν, ὅσον ἀπορρεῖ. τοῦτο δʼ ἐπὶ μὲν τῶν εὐεκτούντων ἱκανόν ἐστιν εἰς τὴν θρέψιν, ἴσα γὰρ ἐπʼ αὐτῶν εἶναι χρὴ τοῖς ἀπορρέουσι τὰ προστιθέμενα· ἐπὶ δὲ τῶν ἐσχάτως ἰσχνῶν καὶ πολλῆς ἀναθρέψεως δεομένων εἰ μὴ πολλαπλάσιον εἴη τὸ προστιθέμενον τοῦ κενουμένου, τὴν ἐξ ἀρχῆς ἕξιν ἀναλαβεῖν οὐκ ἄν ποτε δύναιντο. δῆλον οὖν, ὡς ἕλκειν αὐτὰ δεήσει τοσούτῳ πλεῖον, ὅσῳ καὶ δεῖται πλείονος. Ἐρασίστρατος δὲ κἀνταῦθα πρότερον ποιήσας τὸ δεύτερον οὐκ οἶδʼ ὅπως οὐκ αἰσθάνεται. διότι γάρ, φησί, πολλὴ πρόσθεσις εἰς ἀνάθρεψιν γίγνεται τοῖς νενοσηκόσι, διὰ τοῦτο καὶ ἡ πρὸς ταύτην ἀκολουθία πολλή. πῶς δʼ ἂν πολλὴ πρόσθεσις γένοιτο μὴ προηγουμένης ἀναδόσεως δαψιλοῦς; εἰ δὲ τὴν διὰ τῶν φλεβῶν φορὰν τῆς τροφῆς ἀνάδοσιν καλεῖ, τὴν δʼ εἰς ἕκαστον τῶν ἁπλῶν καὶ ἀοράτων ἐκείνων νεύρων καὶ ἀρτηριῶν μετάληψιν οὐκ ἀνάδοσιν ἀλλὰ διάδοσιν, ὥς τινες ὀνομάζειν ἠξίωσαν, εἶτα τὴν διὰ τῶν φλεβῶν μόνῃ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ φησὶ γίγνεσθαι, τὴν εἰς τὰ λόγῳ θεωρητὰ μετάληψιν ἡμῖν ἐξηγησάσθω. ὅτι μὲν γὰρ οὐκέτʼ ἐπὶ τούτων ἡ πρὸς τὸ κενούμενον ἀκολουθία λέγεσθαι δύναται καὶ μάλιστʼ ἐπὶ τῶν ἐσχάτως ἰσχνῶν, ἀποδέδεικται. τί δέ φησιν ἐπʼ αὐτῶν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων ὁ Ἐρασίστρατος, ἄξιον ἐπακοῦσαι τῆς λέξεως· "Τοῖς δʼ ἐσχάτοις τε καὶ ἁπλοῖς, λεπτοῖς τε καὶ στενοῖς οὖσιν, ἐκ τῶν παρακειμένων ἀγγείων ἡ πρόσθεσις συμβαίνει εἰς τὰ κενώματα τῶν ἀπενεχθέντων κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκομένης τῆς τροφῆς καὶ καταχωριζομένης." ἐκ ταύτης τῆς λέξεως πρῶτον μὲν τὸ κατὰ τὰ πλάγια προσίεμαί τε καὶ ἀποδέχομαι· κατὰ μὲν γὰρ αὐτὸ τὸ στόμα τὸ ἁπλοῦν νεῦρον οὐκ ἂν δύναιτο δεχόμενον τὴν τροφὴν οὕτως εἰς ὅλον ἑαυτὸ διανέμειν· ἀνάκειται γὰρ ἐκεῖνο τῷ ψυχικῷ πνεύματι· κατὰ δὲ τὸ πλάγιον ἐκ τῆς παρακειμένης φλεβὸς τῆς ἁπλῆς ἐγχωρεῖ λαβεῖν αὐτό. δεύτερον δʼ ἀποδέχομαι τῶν ἐκ τῆς Ἐρασιστράτου λέξεως ὀνομάτων τὸ γεγραμμένον ἐφεξῆς τῷ κατὰ τὰ πλάγια. τί γάρ φησι; "Κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκομένης τῆς τροφῆς." ὅτι μὲν οὖν ἕλκεται, καὶ ἡμεῖς ὁμολογοῦμεν, ὅτι δʼ οὐ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, δέδεικται πρόσθεν.