Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 2

7 Ἐξεύρωμεν οὖν κοινῇ, τῶς ἕλκεται. πῶς δʼ ἄλλως ἢ ὡς ὁ σίδηρος ὑπὸ τῆς ἡρακλείας λίθου δύναμιν ἐχούσης ἑλκτικὴν τοιαύτης ποιότητος; ἀλλʼ εἰ τὴν μὲν ἀρχὴν τῆς ἀναδόσεως ἡ τῆς κοιλίας ἔνθλιψις παρέχεται, τὴν δὲ μετὰ ταῦτα φορὰν ἅπασαν αἵ τε φλέβες περιστελλόμεναι καὶ προωθοῦσαι καὶ τῶν τρεφομένων ἕκαστον ἐπισπώμενον εἰς ἑαυτό, τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἀποστάντες, ὡς οὐ πρεπούσης ἀνδρὶ τεχνικὴν ὑποθεμένῳ τὴν φύσιν, οὕτως ἂν ἤδη καὶ τὴν ἀντιλογίαν εἴημεν πεφευγότες τὴν Ἀσκληπιάδου μὴ δυνάμενοί γε λύειν αὐτήν. τὸ γὰρ εἰς τὴν ἀπόδειξιν παραλαμβανόμενον λῆμμα τὸ διεζευγμένον οὐκ ἐκ δυοῖν ἀλλʼ ἐκ τριῶν ἐστι κατά γε τὴν ἀλήθειαν διεζευγμένον. εἰ μὲν οὖν ὡς ἐκ δυοῖν αὐτῷ χρησαίμεθα, ψεῦδος ἔσται τι τῶν εἰς τὴν ἀπόδειξιν παρειλημμένων· εἰ δʼ ὡς ἐκ τριῶν, ἀπέραντος ὁ λόγος γενήσεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme