Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 2

8 τὸ δʼ ἀπορεῖν, εἴτʼ ἐν τοῖς σώμασι τῶν ἀνθρώπων ὁ χυμὸς οὗτος ἔχει τὴν γένεσιν εἴτʼ ἐν τοῖς σιτίοις περιέχεται, μηδʼ ὅτι τοῖς ὑγιαίνουσιν ἀμέμπτως, ὅταν ἀσιτήσωσι παρὰ τὸ ἔθος ὑπό τινος περιστάσεως πραγμάτων ἀναγκασθέντες, πικρὸν μὲν τὸ στόμα γίγνεται, χολώδη δὲ τὰ οὖρα, δάκνεται δʼ ἡ γαστήρ, ἑωρακότος ἐστὶν ἀλλʼ ὥσπερ ἐξαίφνης νῦν εἰς τὸν κόσμον ἐληλυθότος καὶ μήπω τὰ κατʼ αὐτὸν φαινόμενα γιγνώσκοντος. ἐπεὶ τίς οὐκ οἶδεν, ὡς ἕκαστον τῶν ἑψομένων ἐπὶ πλέον ἁλυκώτερον μὲν τὸ πρῶτον, ὕστερον δὲ πικρότερον γίγνεται; κἂν εἰ τὸ μέλι βουληθείης αὐτὸ τὸ πάντων γλυκύτατον ἐπὶ πλεῖστον ἕψειν, ἀποδείξεις καὶ τοῦτο πικρότατον· ὃ γὰρ τοῖς ἄλλοις, ὅσα μὴ φύσει θερμά, παρὰ τῆς ἑψήσεως ἐγγίγνεται, τοῦτʼ ἐκ φύσεως ὑπάρχει τῷ μέλιτι. διὰ τοῦτʼ οὖν ἑψόμενον οὐ γίγνεται γλυκύτερον· ὅσον γὰρ ἐχρῆν εἶναι θερμότητος εἰς γένεσιν γλυκύτητος, ἀκριβῶς αὐτῷ τοῦτο πᾶν οἴκοθεν ὑπάρχει. ὃ τοίνυν ἔξωθεν τοῖς ἐλλιπῶς θερμοῖς ἦν ὠφέλιμον, τοῦτʼ ἐκείνῳ βλάβη τε καὶ ἀμετρία γίγνεται καὶ διὰ τοῦτο θᾶττον τῶν ἄλλων ἑψόμενον ἀποδείκνυται πικρόν. διʼ αὐτὸ δὲ τοῦτο καὶ τοῖς θερμοῖς φύσει καὶ τοῖς ἀκμάζουσιν εἰς χολὴν ἑτοίμως μεταβάλλεται. θερμῷ γὰρ θερμὸν πλησιάζον εἰς ἀμετρίαν κράσεως ἑτοίμως ἐξίσταται καὶ φθάνει χολὴ γιγνόμενον, οὐχ αἷμα. δεῖται τοίνυν ψυχρᾶς μὲν κράσεως ἀνθρώπου, ψυχρᾶς δʼ ἡλικίας, ἵνʼ εἰς αἵματος ἄγηται φύσιν. οὔκουν ἄπο τρόπου συνεβούλευσεν Ἱπποκράτης τοῖς φύσει πικροχόλοις μὴ προσφέρειν τὸ μέλι, ὡς ἂν θερμοτέρας δηλονότι κράσεως ὑπάρχουσιν. οὕτω δὲ καὶ τοῖς νοσήμασι τοῖς πικροχόλοις πολέμιον εἶναι τὸ μέλι καὶ τῇ τῶν γερόντων ἡλικίᾳ φίλιον οὐχ Ἱπποκράτης μόνον ἀλλὰ καὶ πάντες ἰατροὶ λέγουσιν, οἱ μὲν ἐκ τῆς φύσεως αὐτοῦ τὴν δύναμιν ἐνδειξαμένης εὑρόντες, οἱ δʼ ἐκ τῆς πείρας μόνης. οὐδὲ γὰρ οὐδὲ τοῖς ἀπὸ τῆς ἐμπειρίας ἰατροῖς ἕτερόν τι παρὰ ταῦτα τετήρηται γιγνόμενον, ἀλλὰ χρηστὸν μὲν γέροντι, νέῳ δʼ οὐ χρηστόν, καὶ τῷ μὲν φύσει πικροχόλῳ βλαβερόν, ὠφέλιμον δὲ τῷ φλεγματώδει· καὶ τῶν νοσημάτων ὡσαύτως τοῖς μὲν πικροχόλοις ἐχθρόν, τοῖς δὲ φλεγματώδεσι φίλιον· ἑνὶ δὲ λόγῳ τοῖς μὲν θερμοῖς σώμασιν ἢ διὰ φύσιν ἢ διὰ νόσον ἢ διʼ ἡλικίαν ἢ διʼ ὥραν ἢ διὰ χώραν ἢ διʼ ἐπιτήδευμα χολῆς γεννητικόν, αἵματος δὲ τοῖς ἐναντίοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme