Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 2

9 μὴ τοίνυν ὡς ἀποδείξεις ὑφʼ ἡμῶν εἰρῆσθαι νομίζειν τὰ τοιαῦτα μᾶλλον ἢ περὶ τῆς τῶν ἄλλως γιγνωσκόντων ἀναισθησίας ἐνδείξεις, οἳ μηδὲ τὰ πρὸς ἁπάντων ὁμολογούμενα καὶ καθʼ ἑκάστην ἡμέραν φαινόμενα γιγνώσκουσιν· τὰς δʼ ἀποδείξεις αὐτῶν τὰς κατʼ ἐπιστήμην ἐξ ἐκείνων χρὴ λαμβάνειν τῶν ἀρχῶν, ὧν ἤδη καὶ πρόσθεν εἴπομεν, ὡς τὸ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα τοῖς σώμασιν ὑπάρχει κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. καὶ εἴτε φλέβας εἴθʼ ἧπαρ εἴτʼ ἀρτηρίας εἴτε καρδίαν εἴτε κοιλίαν εἴτʼ ἄλλο τι μόριον ἐνεργεῖν τις φήσειεν ἡντινοῦν ἐνέργειαν, ἀφύκτοις ἀνάγκαις ἀναγκασθήσεται διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ὁμολογῆσαι τὴν ἐνέργειαν ὑπάρχειν αὐτῷ. διὰ τί γὰρ ἡ γαστὴρ περιστέλλεται τοῖς σιτίοις, διὰ τί δʼ αἱ φλέβες αἷμα γεννῶσι, παρὰ τῶν Ἐρασιστρατείων ἐδεόμην ἀκοῦσαι. τὸ γὰρ ὅτι περιστέλλεται μόνον αὐτὸ καθʼ ἑαυτὸ γιγνώσκειν οὐδέπω χρηστόν, εἰ μὴ καὶ τὴν αἰτίαν εἰδείημεν· οὕτω γὰρ ἂν οἶμαι καὶ τὰ σφάλματα θεραπεύσαιμεν. οὐ μέλει, φασίν, ἡμῖν οὐδὲ πολυπραγμονοῦμεν ἔτι τὰς τοιαύτας αἰτίας· ὑπὲρ ἰατρὸν γάρ εἰσι καὶ τῷ φυσικῷ προσήκουσι. πότερον οὖν οὐδʼ ἀντερεῖτε τῷ φάσκοντι τὴν μὲν εὐκρασίαν τὴν κατὰ φύσιν αἰτίαν εἶναι τῆς ἐνεργείας ἑκάστῳ τῶν ὀργάνων, τὴν δʼ αὖ δυσκρασίαν νόσον τʼ ἤδη καλεῖσθαι καὶ πάντως ὑπʼ αὐτῆς βλάπτεσθαι τὴν ἐνέργειαν; ἢ πεισθήσεσθε ταῖς τῶν παλαιῶν ἀποδείξεσιν; ἢ τρίτον τι καὶ μέσον ἑκατέρου τούτων πράξετε μήθʼ ὡς ἀληθέσι τοῖς λόγοις ἐξ ἀνάγκης πειθόμενοι μήτʼ ἀντιλέγοντες ὡς ψευδέσιν, ἀλλʼ ἀπορητικοί τινες ἐξαίφνης καὶ Πυρρώνειοι γενήσεσθε; καὶ μὴν εἰ τοῦτο δράσετε, τὴν ἐμπειρίαν ἀναγκαῖον ὑμῖν προστήσασθαι. τῷ γὰρ ἂν ἔτι τρόπῳ καὶ τῶν ἰαμάτων εὐποροίητε τὴν οὐσίαν ἑκάστου τῶν νοσημάτων ἀγνοοῦντες; τί οὖν οὐκ ἐξ ἀρχῆς ἐμπειρικοὺς ὑμᾶς αὐτοὺς ἐκαλέσατε; τί δὲ πράγμαθʼ ἡμῖν παρέχετε φυσικὰς ἐνεργείας ἐπαγγελλόμενοι ζητεῖν ἰάσεως ἕνεκεν; εἰ γὰρ ἀδύνατος ἡ γαστήρ ἐστί τινι περιστέλλεσθαι καὶ τρίβειν, πῶς αὐτὴν εἰς τὸ κατὰ φύσιν ἐπανάξομεν ἀγνοοῦντες τὴν αἰτίαν τῆς ἀδυναμίας; ἐγὼ μέν φημι τὴν μὲν ὑπερτεθερμασμένην ἐμψυκτέον ἡμῖν εἶναι, τὴν δʼ ἐψυγμένην θερμαντέον· οὕτω δὲ καὶ τὴν ἐξηρασμένην ὑγραντέον, τὴν δʼ ὑγρασμένην ξηραντέον. ἀλλὰ καὶ κατὰ συζυγίαν, εἰ θερμοτέρα τοῦ κατὰ φύσιν ἅμα καὶ ξηροτέρα τύχοι γεγενημένη, κεφάλαιον εἶναι τῆς ἰάσεως ἐμψύχειν θʼ ἅμα καὶ ὑγραίνειν· εἰ δʼ αὖ ψυχροτέρα τε καὶ ὑγροτέρα, θερμαίνειν τε καὶ ξηραίνειν κἀπὶ τῶν ἄλλων ὡσαύτως· οἱ δʼ ἀπʼ Ἐρασιστράτου τί ποτε καὶ πράξουσιν οὐδʼ ὅλως ζητεῖν τῶν ἐνεργειῶν τὰς αἰτίας ὁμολογοῦντες; ὁ γάρ τοι καρπὸς τῆς περὶ τῶν ἐνεργειῶν ζητήσεως οὗτός ἐστι, τὸ τὰς αἰτίας τῶν δυσκρασιῶν εἰδότα εἰς τὸ κατὰ φύσιν ἐπανάγειν αὐτάς, ὡς αὐτό γε μόνον τὸ γνῶναι τὴν ἑκάστου τῶν ὀργάνων ἐνέργειαν ἥτις ἐστὶν οὔπω χρηστὸν εἰς τὰς ἰάσεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme