Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 2

9 ταῦτʼ οὖν ἅπαντα πρός τε τὰς διαγνώσεις τῶν νοσημάτων καὶ τὰς ἰάσεις μεγίστην παρεχόμενα χρείαν ὑπερεπήδησε τελέως ὁ Ἐρασίστρατος καὶ καταφρονεῖν προσεποιήσατο τηλικούτων ἀνδρῶν ὁ μηδὲ τῶν τυχόντων καταφρονῶν ἀλλʼ ἀεὶ φιλοτίμως ἀντιλέγων ταῖς ἤλιθιωτάταις δόξαις. ᾧ καὶ δῆλον, ὡς οὐδὲν ἔχων οὔτʼ ἀντειπεῖν τοῖς πρεσβυτέροις ὑπὲρ ὧν ἀπεφήναντο περὶ σπληνὸς ἐνεργείας τε καὶ χρείας οὔτʼ αὐτὸς ἐξευρίσκων τι καινὸν εἰς τὸ μηδὲν ὅλως εἰπεῖν ἀφίκετο. ἀλλʼ ἡμεῖς γε πρῶτον μὲν ἐκ τῶν αἰτίων, οἷς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς φυσεις, τοῦ θερμοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δεύτερον δʼ ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων κατὰ τὸ σῶμα ψυχρὸν καὶ ξηρὸν εἶναί τινα χρῆναι χυμὸν ἀπεδείξαμεν. ἑξῆς δʼ, ὅτι καὶ μελαγχολικὸς οὗτος ὑπάρχει καὶ τὸ καθαῖρον αὐτὸν σπλάγχνον ὁ σπλήν ἐστιν, διὰ βραχέων ὡς ἔνι μάλιστα τῶν τοῖς παλαιοῖς ἀποδεδειγμένων ἀναμνήσαντες ἐπὶ τὸ λεῖπον ἔτι τοῖς παροῦσι λόγοις ἀφιξόμεθα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme