Book 2
2
ἀλλʼ ὅταν τις ἀναισχυντῇ περιπλέκων τε καὶ μήπω καταπεπτωκέναι συγχωρῶν, ὅμοιος ἔσται τοῖς ἰδιώταις τῶν παλαιστῶν, οἳ καταβληθέντες ὑπὸ τῶν παλαιστρικῶν καὶ κατὰ τῆς γῆς ὕπτιοι κείμενοι τοσούτου δέουσι τὸ πτῶμα γνωρίζειν, ὥστε καὶ κρατοῦσι τῶν αὐχένων αὐτοὺς τοὺς καταβαλόντας οὐκ ἐῶντες ἀπαλλάττεσθαι, κἀν τούτῳ νικᾶν ὑπολαμβάνουσι.
3
λῆρος οὖν μακρὸς ἅπασα πόρων ὑπόθεσις εἰς φυσικὴν ἐνέργειαν. εἰ μὴ γὰρ δύναμίς τις σύμφυτος ἑκάστῳ τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς δοθείη, διαρκεῖν οὐ δυνήσεται τὰ ζῷα, μὴ ὅτι τοσοῦτον ἀριθμὸν ἐτῶν ἀλλʼ οὐδʼ ἡμερῶν ὀλιγίστων· ἀνεπιτρόπευτα γὰρ ἐάσαντες αὐτὰ καὶ τέχνης καὶ προνοίας ἔρημα μόναις ταῖς τῶν ὑλῶν οἰακιζόμενα Ῥοπαῖς, οὐδαμοῦ δυνάμεως οὐδεμιᾶς τῆς μὲν ἑλκούσης τὸ προσῆκον ἑαυτῇ, τῆς δʼ ἀπωθούσης τὸ ἀλλότριον, τῆς δʼ ἀλλοιούσης τε καὶ προσφυούσης τὸ θρέψον, οὐκ οἶδʼ ὅπως οὐκ ἂν εἴημεν καταγέλαστοι περί τε τῶν φυσικῶν ἐνεργειῶν διαλεγόμενοι καὶ πολὺ μᾶλλον ἔτι περὶ τῶν ψυχικῶν καὶ συμπάσης γε τῆς ζωῆς.
3
οὐδὲ γὰρ ζῆν οὐδὲ διαμένειν οὐδενὶ τῶν ζῴων οὐδʼ εἰς ἐλάχιστον χρόνον ἔσται δυνατόν, εἰ τοσαῦτα κεκτημένον ἐν ἑαυτῷ μόρια καὶ οὕτω διαφέροντα μήθʼ ἑλκτικῇ τῶν οἰκείων χρήσεται δυνάμει μήτʼ ἀποκριτικῇ τῶν ἀλλοτρίων μήτʼ ἀλλοιωτικῇ τῶν θρεψόντων. καὶ μὴν εἰ ταύτας ἔχοιμεν, οὐδὲν ἔτι πόρων μικρῶν ἢ μεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαμβανομένων εἰς οὔρου καὶ χολῆς διάκρισιν δεόμεθα καί τινος ἐπικαίρου θέσεως, ἐν ᾧ μόνῳ σωφρονεῖν ἔοικεν ὁ Ἐρασίστρατος ἅπαντα καλῶς τεθῆναί τε καὶ διαπλας θῆναι τὰ μόρια τοῦ σώματος ὑπὸ τῆς φύσεως οἰόμενος.