Book 2
3
ἀλλʼ εἰ παρακολουθήσειεν ἑαυτῷ φύσιν ὀνομάζοντι τεχνικήν, εὐθὺς μὲν ἐξ ἀρχῆς ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν τοῦ ζῴου τὰ μόρια, μετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι δυνάμεσιν, ὧν ἄνευ ζῆν οὐκ ἠδύνατο, καὶ μετὰ ταῦτα κατὰ βραχὺ προσαυξήσασαν ἄχρι τοῦ πρέποντος μεγέθους, οὐκ οἶδα πῶς ὑπομένει πόρων σμικρότησιν ἢ μεγέθεσιν ἤ τισιν ἄλλαις οὕτω ληρώδεσιν ὑποθέσεσι φυσικὰς ἐνεργείας ἐπιτρέπειν. ἡ γὰρ διαπλάττουσα τὰ μόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου διʼ ὅλων αὐτῶν ἐκτέταται· καὶ γὰρ ὅλα διʼ ὅλων οὐκ ἔξωθεν μόνον αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. Πραξιτέλης μὲν γὰρ ἢ Φειδίας ἤ τις ἄλλος ἀγαλματοποιὸς ἔξωθεν μόνον ἐκόσμουν τὰς ὕλας, καθὰ καὶ ψαύειν αὐτῶν ἠδύναντο, τὸ βάθος δʼ ἀκόσμητον καὶ ἀργὸν καὶ ἄτεχνον καὶ ἀπρονόητον ἀπέλιπον, ὡς ἂν μὴ δυνάμενοι κατελθεῖν εἰς αὐτὸ καὶ καταδῦναι καὶ θιγεῖν ἁπάντων τῆς ὕλης τῶν μερῶν. ἡ φύσις δʼ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ὀστοῦ μέρος ἅπαν ὀστοῦν ἀποτελεῖ, τὸ δὲ σαρκὸς σάρκα, τὸ δὲ πιμελῆς πιμελὴν καὶ τῶν ἄλλων ἕκαστον· οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ μέρος οὐδʼ ἀνεξέργαστον οὐδʼ ἀκόσμητον. ἀλλὰ τὸν μὲν κηρὸν ὁ Φειδίας οὐκ ἠδύνατο ποιεῖν ἐλέφαντα καὶ χρυσόν, ἀλλʼ οὐδὲ τὸν χρυσὸν κηρόν· ἕκαστον γὰρ αὐτῶν μένον, οἷον ἦν ἐξ ἀρχῆς, ἔξωθεν μόνον ἠμφιεσμένον εἶδός τι καὶ σχῆμα τεχνικόν, ἄγαλμα τέλειον γέγονεν. ἡ φύσις δʼ οὐδεμιᾶς ἔτι φυλάττει τῶν ὑλῶν τὴν ἀρχαίαν ἰδέαν· αἷμα γὰρ ἂν ἦν οὕτως ἅπαντα τοῦ ζῴου τὰ μόρια, τὸ παρὰ τῆς κυούσης ἐπιρρέον τῷ σπέρματι, δίκην κηροῦ τινος ὕλη μία καὶ μονοειδὴς ὑποβεβλημένη τῷ τεχνίτῃ. γίγνεται δʼ ἐξ αὐτῆς οὐδὲν τῶν τοῦ ζῴου μορίων οὔτʼ ἐρυθρὸν οὕτως οὔθʼ ὑγρόν. ὀστοῦν γὰρ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον καὶ χόνδρος καὶ πιμελὴ καὶ ἀδὴν καὶ ὑμὴν καὶ μυελὸς ἄναιμα μέν, ἐξ αἵματος δὲ γέγονε.