Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 2

3 τίνος ἀλλοιώσαντος καὶ τίνος πήξαντος καὶ τίνος διαπλάσαντος ἐδεόμην ἄν μοι τὸν Ἐρασίστρατον αὐτὸν ἀποκρίνασθαι. πάντως γὰρ ἂν εἶπεν ἤτοι τὴν φύσιν ἢ τὸ σπέρμα, ταὐτὸν μὲν λέγων καθʼ ἑκάτερον, διαφόροις δʼ ἐπινοίαις ἑρμηνεύων· ὃ γὰρ ἦν πρότερον σπέρμα, τοῦθʼ, ὅταν ἄρξηται φύειν τε καὶ διαπλάττειν τὸ ζῷον, φύσις τις γίγνεται. καθάπερ γὰρ ὁ Φειδίας εἶχε μὲν τὰς δυνάμεις τῆς τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δʼ αὐταῖς περὶ τὴν ὕλην--ἅπασα γὰρ δύναμις ἀργεῖ ἀποροῦσα τῆς οἰκείας ὕλησ--, οὕτω καὶ τὸ σπέρμα τὰς μὲν δυνάμεις οἴκοθεν ἐκέκτητο, τὰς δʼ ἐνεργείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο.
3 καὶ μὴν εἰ πολλῷ μὲν ἐπικλύζοιτο τῷ αἵματι τὸ σπέρμα, διαφθείροιτʼ ἄν· εἰ δʼ ὅλως ἀποροίη παντάπασιν ἀργοῦν, οὐκ ἂν γένοιτο φύσις. ἵνʼ οὖν μήτε φθείρηται καὶ γίγνηται φύσις ἀντὶ σπέρματος, ὀλίγον ἐπιρρεῖν ἀναγκαῖον αὐτῷ τοῦ αἵματος, μᾶλλον δʼ οὐκ ὀλίγον λέγειν χρή, ἀλλὰ σύμμετρον τῷ πλήθει τοῦ σπέρματος. τίς οὖν ὁ μετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵνʼ ἐνδεέστερον μὴ ἴῃ; τίνα ζητήσομεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρματι τὸ σύμμετρον αἷμα; τί ἂν εἶπεν Ἐρασίστρατος, εἰ ζῶν ταῦτʼ ἠρωτήθη; τὸ σπέρμα αὐτὸ δηλονότι· τοῦτο γάρ ἐστιν ὁ τεχνίτης ὁ ἀναλογῶν τῷ Φειδίᾳ, τὸ δʼ αἷμα τῷ κηρῷ προσέοικεν.
3 οὔκουν πρέπει τὸν κηρὸν αὐτὸν ἑαυτῷ τὸ μέτρον ἐξευρίσκειν, ἀλλὰ τὸν Φειδίαν. ἕλξει δὴ τοσοῦτον αἵματος ὁ τεχνίτης εἰς ἑαυτόν, ὁπόσου δεῖται. ἀλλʼ ἐνταῦθα χρὴ προσέχειν ἤδη τὸν νοῦν καὶ σκοπεῖν, μή πως λάθωμεν τῷ σπέρματι λογισμόν τινα καὶ νοῦν χαρισάμενοι· οὕτω γὰρ ἂν οὔτε σπέρμα ποιήσαιμεν οὔτε φύσιν ἀλλʼ ἤδη ζῷον αὐτό. καὶ μὴν εἰ φυλάξομεν ἀμφότερα, τήν θʼ ὁλκὴν τοῦ συμμέτρου καὶ τὸ χωρὶς λογισμοῦ, δύναμίν τινα, καθάπερ ἡ λίθος ἑλκτικὴν εἶχε τοῦ σιδήρου, καὶ τῷ σπέρματι φήσομεν ὑπάρχειν αἵματος ἐπισπαστικήν. ἠναγκάσθημεν οὖν πάλιν κἀνταῦθα, καθάπερ ἤδη πολλάκις ἔμπροσθεν, ἑλκτικήν τινα δύναμιν ὁμολογῆσαι κατὰ τὸ σπέρμα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme