Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 2

3 τί δʼ ἦν τὸ σπέρμα; ἡ ἀρχὴ τοῦ ζῴου δηλονότι ἡ δραστική· ἡ γὰρ ὑλικὴ τὸ καταμήνιόν ἐστιν. εἶτʼ αὐτῆς τῆς ἀρχῆς πρώτῃ ταύτῃ τῇ δυνάμει χρωμένης, ἵνα γένηται τῶν ὑπʼ αὐτῆς τι δεδημιουργημένων, ἄμοιρον εἶναι τῆς οἰκείας δυνάμεως οὐκ νδέχεται. πῶς οὖν Ἐρασίστρατος αὐτὴν οὐκ οἶδεν, εἰ δὴ πρώτη μὲν αὕτη τοῦ σπέρματος ἐνέργ ια τὸ σύμμετρον αἵματος ἐπισπᾶσθαι πρὸς ἑαυτό; σύμμετρον δʼ ἂν εἴη τὸ λεπτὸν οὕτω καὶ ἀτμῶδες, ὥστʼ εὐθὺς εἰς πᾶν μόριον ἑλκόμενον τοῦ σπέρματος δροσοειδῶς μηδαμοῦ τὴν ἑαυτοῦ παρεμφαίνειν ἰδέαν. οὕτω γὰρ αὐτοῦ καὶ κρατήσει Ῥαδίως τὸ σπέρμα καὶ ταχέως ἐξομοιώσει καὶ τροφὴν ἑαυτῷ ποιήσεται κἄπειτʼ οἶμαι δεύτερον ἐπισπάσεται καὶ τρίτον, ὡς ὄγκον ἑαυτῷ καὶ πλῆθος ἀξιόλογον ἐργάσασθαι τραφέντι. καὶ μὴν ἤδη καὶ ἡ ἀλλοιωτικὴ δύναμις ἐξεύρηται μηδʼ αὐτὴ πρὸς Ἐρασιστράτου γεγραμμένη. τρίτη δʼ ἂν ἡ διαπλαστικὴ φανείη, καθʼ ἣν πρῶτον μὲν οἷον ἐπίπαγόν τινα λεπτὸν ὑμένα περιτίθησιν ἑαυτῷ τὸ σπέρμα, τὸν ὑφʼ Ἱπποκράτους ἐπὶ τῆς ἑκταίας γονῆς, ἣν ἐκπεσεῖν ἔλεγε τῆς μουσουργοῦ, τῷ τῶν ὠῶν εἰκασθέντα χιτῶνι· μετὰ δὲ τοῦτον ἤδη καὶ τἆλλʼ, ὅσα πρὸς ἐκείνου λέγεται διὰ τοῦ περὶ φύσιος παιδίου συγγράμματος.
3 ἀλλʼ εἰ τῶν διαπλασθέντων ἕκαστον οὕτω μείνειε σμικρόν, ὡς ἐξ ἀρχῆς ἐγένετο, τί ἂν εἴη πλέον; αὐξάνεσθαι τοίνυν αὐτὰ χρή. πῶς οὖν αὐξηθήσεται; πάντη διατεινόμενα θʼ ἅμα καὶ τρεφόμενα. καί μοι τῶν ἔμπροσθεν εἰρημένων ἐπὶ τῆς κύστεως, ἣν οἱ παῖδες ἐμφυσῶντες ἔτριβον, ἀναμνησθεὶς μαθήσῃ μᾶλλον κἀκ τῶν νῦν Ῥηθησομένων.
3 ἐννόησον γὰρ δὴ τὴν καρδίαν οὕτω μὲν μικρὰν εἶναι κατʼ ἀρχάς, ὡς κέγχρου μηδὲν διαφέρειν ἤ, εἰ βούλει, κυάμου, καὶ ζήτησον, ὅπως ἂν ἄλλως αὕτη γένοιτο μεγάλη χωρὶς τοῦ πάντη διατεινομένην τρέφεσθαι διʼ ὅλης ἑαυτῆς, ὡς ὀλίγῳ πρόσθεν ἐδείκνυτο τὸ σπέρμα τρεφόμενον. ἀλλʼ οὐδὲ τοῦτʼ Ἐρασίστρατος οἶδεν ὁ τὴν τέχνην τῆς φύσεως ὑμνῶν, ἀλλʼ οὕτως αὐξάνεσθαι τὰ ζῷα νομίζει καθάπερ τινὰ κρησέραν ἢ σειρὰν ἢ σάκκον ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκομένων ὁμοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν ἡ πρόσθεσις γίγνεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme