Book 3
7
πολὺ δʼ εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ Ἐρασίστρατος ἢ μὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις ἑψήσει παραπλήσιος ὑπάρχειν, ἢ ἑκὼν σοφιζόμενος ἑαυτόν. ἑψήσει μὲν οὖν, φησίν, οὕτως ἐλαφρὰν ἔχουσαν θερμασίαν οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτνην δέον ὑποθεῖναι τῇ γαστρὶ ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης ἢ δυναμένης μὲν ἀλλοιοῦν, οὐ κατὰ τὴν ἔμφυτον δὲ θερμασίαν, ὑγρὰν οὖσαν δηλονότι καὶ διὰ τοῦθʼ ἕψειν οὐκ ὀπτᾶν εἰρημένην.
7
ἐχρῆν δʼ αὐτόν, εἴπερ περὶ πραγμάτων ἀντιλέγειν ἐβούλετο, πειραθῆναι δεῖξαι μάλιστα μὲν καὶ πρῶτον, ὡς οὐδὲ μεταβάλλει τὴν ἀρχὴν οὐδʼ ἀλλοιοῦται κατὰ ποιότητα πρὸς τῆς γαστρὸς τὰ σιτία, δεύτερον δʼ, εἴπερ μὴ οἷός τʼ ἦν τοῦτο πιστώσασθαι, τὸ τὴν ἀλλοίωσιν αὐτῶν ἄχρηστον εἶναι τῷ ζῴῳ· εἰ δὲ μηδὲ τοῦτʼ εἶχε διαβάλλειν, ἐξελέγξαι τὴν περὶ τὰς δραστικὰς ἀρχὰς ὑπόληψιν καὶ δεῖξαι τὰς ἐνεργείας ἐν τοῖς μορίοις οὐ διὰ τὴν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιὰν κρᾶσιν ὑπάρχειν ἀλλὰ διʼ ἄλλο τι· εἰ δὲ μηδὲ τοῦτʼ ἐτόλμα διαβάλλειν, ἀλλʼ ὅτι γε μὴ τὸ θερμόν ἐστιν ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις τὸ τῶν ἄλλων δραστικώτατον. ἢ εἰ μήτε τοῦτο μήτε τῶν ἄλλων τι τῶν ἔμπροσθεν εἶχεν ἀποδεικνύναι, μὴ ληρεῖν ὀνόματι προσπαλαίοντα μάτην, ὥσπερ οὐ σαφῶς Ἀριστοτέλοὺς ἔν τʼ ἄλλοις πολλοῖς κἀν τῷ τετάρτῳ τῶν μετεωρολογικῶν ὅπως ἡ πέψις ἑψήσει παραπλήσιος εἶναι λέγεται, καὶ ὅτι μὴ πρώτως μηδὲ κυρίως ὀνομαζόντων, εἰρηκότος.
7
ἀλλʼ, ὡς ἤδη λέλεκται πολλάκις, ἀρχὴ τούτων ἁπάντων ἐστὶ μία τὸ περὶ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ διασκέψασθαι, καθάπερ Ἀριστοτέλης ἐποίησεν ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς, ἀποδείξας ἁπάσας τὰς κατὰ τὰ σώματα μεταβολὰς καὶ ἀλλοιώσεις ὑπὸ τούτων γίγνεσθαι. ἀλλʼ Ἐρασίστρατος οὔτε τούτοις οὔτʼ ἄλλῳ τινὶ τῶν προειρημένων ἀντειπὼν ἐπὶ τοὔνομα μόνον ἐτράπετο τῆς ἑψήσεως.
8
ἐπὶ μὲν οὖν τῆς πέψεως, εἰ καὶ τἆλλα πάντα παρέλιπε, τὸ γοῦν ὅτι διαφέρει τῆς ἐκτὸς ἑψήσεως ἡ ἐν τοῖς ζῴοις πέψις, ἐπειράθη δεικνύναι, περὶ δὲ τῆς καταπόσεως οὐδʼ ἄχρι τοσούτου. τί γάρ φησιν;