Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 3

8 διὰ τοῦτο δὲ καὶ καταπίνειν Ῥᾷόν ἐστιν ἢ ἐμεῖν, ὅτι καταπίνεται μὲν ἀμφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ μὲν ἐντὸς ἕλκοντος, τοῦ δʼ ἐκτὸς περιστελλομένου τε καὶ συνεπωθοῦντος, ἐμεῖται δὲ θατέρου μόνου τοῦ ἔξωθεν ἐνεργοῦντος, οὐδενὸς ἕλκοντος εἰς τὸ στόμα. οὐ γὰρ δὴ ὥσπερ ἡ τῆς γαστρὸς ὄρεξις προηγεῖτο τοῦ καταπίνειν τὰ σιτία, τὸν αὐτὸν τρόπον κἀν τοῖς ἐμέτοις ἐπιθυμεῖ τι τῶν κατὰ τὸ στόμα μορίων τοῦ γιγνομένου παθήματος, ἀλλʼ ἄμφω τῆς γαστρὸς αὐτῆς εἰσιν ἐναντίαι διαθέσεις, ὀρεγομένης μὲν καὶ προσιεμένης τὰ χρήσιμά τε καὶ οἰκεῖα, δυσχεραινούσης δὲ καὶ ἀποτριβομένης τὰ ἀλλότρια. διὸ καὶ τὸ καταπίνειν αὐτὸ τοῖς μὲν ἱκανῶς ὀρεγομένοις τῶν οἰκείων ἐδεσμάτων τῇ γαστρὶ τάχιστα γίγνεται, σαφῶς ἑλκούσης αὐτὰ καὶ κατασπώσης πρὶν ἢ μασηθῆναι, τοῖς δʼ ἤτοι φάρμακόν τι κατʼ ἀνάγκην πίνουσιν ἢ σιτίον ἐν χώρᾳ φαρμάκου προσφερομένοις ἀνιαρὰ καὶ μόγις ἡ κατάποσις αὐτῶν ἐπιτελεῖται.
8 δῆλος οὖν ἐστιν ἐκ τῶν εἰρημένων ὁ μὲν ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἔχων ἶνας τῆς ἐκ τοῦ στόματος εἰς αὐτὴν ὁλκῆς ἕνεκα γεγονὼς καὶ διὰ τοῦτʼ ἐν ταῖς καταπόσεσι μόναις ἐνεργῶν, ὁ δʼ ἔξωθεν ὁ τὰς ἐγκαρσίας ἔχων ἕνεκα μὲν τοῦ περιστέλλεσθαι τοῖς ἐνυπάρχουσι καὶ προωθεῖν αὐτὰ τοιοῦτος ἀποτελεσθείς, ἐνεργῶν δʼ οὐδὲν ἧττον ἐν τοῖς ἐμέτοις ἢ ταῖς καταπόσεσιν. ἐναργέστατα δὲ μαρτυρεῖ τῷ λεγομένῳ καὶ τὸ κατὰ τὰς χάννας τε καὶ τοὺς συνόδοντας γιγνόμενον· εὑρίσκεται γὰρ ἐνίοτε τούτων ἡ γαστὴρ ἐν τῷ στόματι καθάπερ καὶ ὁ Ἀριστοτέλης ἐν ταῖς περὶ ζῴων ἔγραψεν ἱστορίαις καὶ προστίθησί γε τὴν αἰτίαν ὑπὸ λαιμαργίας αὐτοῖς τοῦτο συμβαίνειν φάσκων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme