Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 3

8 ἔχει γὰρ ὧδε· κατὰ τὰς σφοδροτέρας ὀρέξεις ἄνω προστρέχει πᾶσι τοῖς ζῴοις ἡ γαστήρ, ὥστε τινὲς τοῦ πάθους αἴσθησιν ἐναργῆ σχόντες ἐξέρπειν αὑτοῖς φασι τὴν κοιλίαν, ἐνίων δὲ μασωμένων ἔτι καὶ μήπω καλῶς ἐν τῷ στόματι τὰ σιτία κατεργασαμένων ἐξαρπάζει φανερῶς ἀκόντων. ἐφʼ ὧν οὖν ζῴων φύσει λαιμάργων ὑπαρχόντων ἥ τʼ εὐρυχωρία τοῦ στόματός ἐστι δαψιλὴς ἥ τε τῆς γαστρὸς θέσις ἐγγύς, ὡς ἐπὶ συνόδοντός τε καὶ χάννης, οὐδὲν θαυμαστόν, ὅταν ἱκανῶς πεινάσαντα διώκῃ τι τῶν μικροτέρων ζῴων, εἶτʼ ἤδη πλησίον ᾖ τοῦ συλλαβεῖν, ἀνατρέχειν ἐπειγούσης τῆς ἐπιθυμίας εἰς τὸ στόμα τὴν γαστέρα. γενέσθαι δʼ ἄλλως ἀμήχανον τοῦτο μὴ οὐχ ὥσπερ διὰ χειρὸς τοῦ στομάχου τῆς γαστρὸς ἐπισπωμένης εἰς ἑαυτὴν τὰ σιτία. καθάπερ γὰρ καὶ ἡμεῖς ὑπὸ προθυμίας ἐνίοτε τῇ χειρὶ συνεπεκτείνομεν ὅλους ἡμᾶς αὐτοὺς ἕνεκα τοῦ θᾶττον ἐπιδράξασθαι τοῦ προκειμένου σώματος, οὕτω καὶ ἡ γαστὴρ οἷον χειρὶ τῷ στομάχῳ συνεπεκτείνεται. καὶ διὰ τοῦτʼ ἐφʼ ὧν ζῴων ἅμα τὰ τρία ταυτὶ συνέπεσεν, ἔφεσίς τε σφοδρὰ τῆς τροφῆς ὅ τε στόμαχος μικρὸς ἥ τʼ εὐρυχωρία τοῦ στόματος δαψιλής, ἐπὶ τούτων ὀλίγη Ῥοπὴ τῆς ἐπεκτάσεως εἰς τὸ στόμα τὴν κοιλίαν ὅλην ἀναφέρει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme