Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 3

2 περὶ μὲν οὖν ἀμφοτέρων τῶν ὀργάνων ἅμα λέγειν ἀδύνατον, ἐν μέρει δʼ ὑπὲρ ἑκατέρου ποιησόμεθα τὸν λόγον ἀπὸ τοῦ σαφέστερον ἐνδείξασθαι δυναμένου τὴν καθεκτικὴν δύναμιν ἀρξάμενοι. κατέχει μὲν γὰρ καὶ ἡ γαστὴρ τὰ σιτία, μέχρι περ ἂν ἐκπέψῃ, κατέχουσι δὲ καὶ αἱ μῆτραι τὸ ἔμβρυον, ἔστʼ ἂν τελειώσωσιν· ἀλλὰ πολλαπλάσιός ἐστιν ὁ τῆς τῶν ἐμβρύων τελειώσεως χρόνος τῆς τῶν σιτίων πέψεως.
3 εἰκὸς οὖν καὶ τὴν δύναμιν ἐναργέστερον ἐν ταῖς μήτραις φωράσειν ἡμᾶς τὴν καθεκτικήν, ὅσῳ καὶ πολυχρονιωτέραν τῆς γαστρὸς τὴν ἐνέργειαν κέκτηται. μησὶ γὰρ ἐννέα που ταῖς πλείσταις τῶν γυναικῶν ἐν αὐταῖς τελειοῦται τὰ κυήματα, μεμυκυίαις μὲν ἅπαντι τῷ αὐχένι, περιεχούσαις δὲ πανταχόθεν αὐτὰ σὺν τῷ χορίῳ. καὶ πέρας γε τῆς τοῦ στόματος μύσεως καὶ τῆς τοῦ κυουμένου κατὰ τὰς μήτρας μονῆς ἡ χρεία τῆς ἐνεργείας ἐστίν· οὐ γὰρ ὡς ἔτυχεν οὐδʼ ἀλόγως ἱκανὰς περιστέλλεσθαι καὶ κατέχειν τὸ ἔμβρυον ἡ φύσις ἀπείργασατο τὰς ὑστέρας, ἀλλʼ ἵνʼ εἰς τὸ πρέπον ἀφίκηται μέγεθος τὸ κυούμενον. ὅταν οὖν, οὗ χάριν ἐνήργουν τῇ καθεκτ́ικῇ δυνάμει, συμπεπληρωμένον ᾖ, ταύτην μὲν ἀνέπαυσάν τε καὶ εἰς ἠρεμίαν ἐπανήγαγον, ἀντʼ αὐτῆς δʼ ἑτέρᾳ χρῶνται τῆς τέως ἡσυχαζούσῃ, τῇ προωστικῇ. ἦν δʼ ἄρα καὶ τῆς ἐκείνης ἡσυχίας ὅρος ἡ χρεία καὶ τῆς γʼ ἐνεργείας ὡσαύτως ἡ χρεία· καλούσης μὲν γὰρ αὐτῆς ἐνεργεῖ, μὴ καλούσης δʼ ἡσυχάζει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme