Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 3

15 οὔκουν χρὴ θαυμάζειν, εἰ παντελῶς ὀλίγον ἐκ τῆς κοιλίας, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασμένον, εἰς τὰς ἀρτηρίας παραγίγνεται φθανούσας πληροῦσθαι τῶν κουφοτέρων, ἀλλʼ ἐκεῖνο γιγνώσκειν, ὡς δύʼ ἐστὸν ὁλκῆς εἴδη, τὸ μὲν τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τὸ δʼ οἰκειότητι ποιότητος γιγνόμενον· ἑτέρως μὲν γὰρ εἰς τὰς φύσας ὁ ἀήρ, ἑτέρως δʼ ὁ σίδηρος ὑπὸ τῆς ἡρακλείας ἐπισπᾶται λίθου· καὶ ὡς ἡ μὲν πρὸς τὸ κενούμενον ἀκολουθία τὸ κουφότερον ἕλκει πρότερον, ἡ δὲ κατὰ τὴν τῆς ποιότητος οἰκειότητα πολλάκις, εἰ οὕτως ἔτυχε, τὸ βαρύτερον, ἂν τῇ φύσει συγγενέστερον ὑπάρχῃ. καὶ τοίνυν καὶ ταῖς ἀρτηρίαις τε καὶ τῇ καρδίᾳ, ὡς μὲν κοίλοις τε καὶ διαστέλλεσθαι δυναμένοις ὀργάνοις, ἀεὶ τὸ κουφότερον ἀκολουθεῖ πρότερον, ὡς δὲ τρέφεσθαι δεομένοις, εἰς αὐτοὺς τοὺς χιτῶνας, οἳ δὴ τὰ σώματα τῶν ὀργάνων εἰσίν, ἕλκεται τὸ οἰκεῖον. ὅσον ἂν οὖν εἰς τὴν κοιλότητα διαστελλομένων αὐτῶν αἵματος μεταληφθῇ, τούτου τὸ οἰκειότατόν τε καὶ μάλιστα τρέφειν δυνάμενον οἱ χιτῶνες αὐτοὶ τῶν ἀγγείων ἐπισπῶνται.
15 τοῦ δʼ ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας μεταλαμβάνεσθαί τι πρὸς τοῖς εἰρημένοις ἱκανὸν καὶ τοῦτό γε τεκμήριον. εἰ πολλὰς καὶ μεγάλας ἀρτηρίας διατεμὼν ἀποκτεῖναι τὸ ζῷον βουληθείης, εὑρήσεις αὐτοῦ τὰς φλέβας ὁμοίως ταῖς ἀρτηρίαις ἐκκενουμένας, οὐκ ἂν τούτου ποτὲ γενομένου χωρὶς τῶν πρὸς ἀλλήλας αὐταῖς ἀναστομώσεων. ὡσαύτως δὲ καὶ κατʼ αὐτὴν τὴν καρδίαν ἐκ τῆς δεξιᾶς κοιλίας εἰς τὴν ἀριστερὰν ἕλκεται τὸ λεπτότατον ἔχοντός τινα τρήματα τοῦ μέσου διαφράγματος αὐτῶν, ἃ μέχρι μὲν πλείστου δυνατόν ἐστιν ἰδεῖν, οἷον βοθύνους τινὰς ἐξ εὐρυτέρου στόματος ἀεὶ καὶ μᾶλλον εἰς στενότερον προϊόντας. οὐ μὴν αὐτά γε τὰ ἔσχατα πέρατα δυνατὸν ἔτι θεάσασθαι διά τε σμικρότητα καὶ ὅτι τεθνεῶτος ἤδη τοῦ ζῴου κατέψυκταί τε καὶ πεπύκνωται πάντα. ἀλλʼ ὁ λόγος κἀνταῦθα πρῶτον μὲν ἐκ τοῦ μηδὲν ὑπὸ τῆς φύσεως γίγνεσθαι μάτην ὁρμώμενος ἐξευρίσκει τὰς ἀναστομώσεις ταύτας τῶν κοιλιῶν τῆς καρδίας· οὐ γὰρ δὴ εἰκῇ γε καὶ ὡς ἔτυχεν οἱ ἐς στενὸν οὕτω τελευτῶντες ἐγένοντο βόθυνοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme