Thesauros Literature medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Book 3

3 ἔστι δὲ καὶ τοῦτο θαυμαστόν τι τῆς φύσεως σόφισμα, τὸ ζῶντος μὲν τοῦ κυήματος ἀκριβῶς πάνυ μεμυκέναι τὸ στόμα τῶν μητρῶν, ἀποθανόντος δὲ παραχρῆμα διανοίγεσθαι τοσοῦτον, ὅσον εἰς τὴν ἔξοδον αὐτοῦ διαφέρει. καὶ μέντοι καὶ αἱ μαῖαι τὰς τικτούσας οὐκ εὐθὺς ἀνιστᾶσιν οὐδʼ ἐπὶ τὸν δίφρον καθίζουσιν, ἀλλʼ ἅπτονται πρότερον ἀνοιγομένου τοῦ στόματος κατὰ βραχὺ καὶ πρῶτον μέν, ὥστε τὸν μικρὸν δάκτυλον καθιέναι, διεστηκέναι φασίν, ἔπειτʼ ἤδη καὶ μεῖζον καὶ κατὰ βραχὺ δὴ πυνθανομένοις ἡμῖν ἀποκρίνονται τὸ μέγεθος τῆς διαστάσεως ἐπαυξανόμενον. ὅταν δʼ ἱκανὸν ᾖ πρὸς τὴν τοῦ κυουμένου δίοδον, ἀνιστᾶσιν αὐτὰς καὶ καθίζουσι καὶ προθυμεῖσθαι κελεύουσιν ἀπώσασθαι τὸ παιδίον. ἔστι δʼ ἤδη τοῦτο τὸ ἔργον, ὃ παρʼ ἑαυτῶν αἱ κύουσαι προστιθέασιν, οὐκέτι τῶν ὑστερῶν, ἀλλὰ τῶν κατʼ ἐπιγάστριον μυῶν, οἳ πρὸς τὴν ἀποπάτησίν τε καὶ τὴν οὔρησιν ἡμῖν συνεργοῦσιν.
4 οὕτω μὲν ἐπὶ τῶν μητρῶν ἐναργῶς αἱ δύο φαίνονται δυνάμεις, ἐπὶ δὲ τῆς γαστρὸς ὧδε. πρῶτον μὲν τοῖς κλύδωσιν, οἳ δὴ καὶ πεπίστευνται τοῖς ἰατροῖς ἀρρώστου κοιλίας εἶναι συμπτώματα καὶ κατὰ λόγον πεπίστευνται· ἐνίοτε μὲν γὰρ ἐλάχιστα προσενηνεγμένων οὐ γίγνονται περιστελλομένης ἀκριβῶς αὐτοῖς τῆς γαστρὸς καὶ σφιγγούσης πανταχόθεν, ἐνίοτε δὲ μεστὴ μὲν ἡ γαστήρ ἐστιν, οἱ κλύδωνες δʼ ὡς ἐπὶ κενῆς ἐξακούονται. κατὰ φύσιν μὲν γὰρ ἔχουσα καὶ χρωμένη καλῶς τῇ περισταλτικῇ δυνάμει, κἂν ὀλίγον ᾖ τὸ περιεχόμενον, ἅπαν αὐτὸ περιλαμβάνουσα χώραν οὐδεμίαν ἀπολείπει κενήν, ἀρρωστοῦσα δέ, καθότι ἂν ἀδυνατήσῃ περιλαβεῖν ἀκριβῶς, ἐνταῦθʼ εὐρυχωρίαν τινʼ ἐργαζομένη συγχωρεῖ τοῖς περιεχομένοις ὑγροῖς κατὰ τὰς τῶν σχημάτων μεταλλαγὰς ἄλλοτʼ ἀλλαχόσε μεταρρεουσι κλύδωνας ἀποτελεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme