Thesauros Literature medicine Περὶ ἀρχαίας ἰατρικῆς

Περὶ ἀρχαίας ἰατρικῆς

Περὶ ἀρχαίας ἰατρικῆς Hippocrates
16 τόδε δὴ καὶ πολὺ μέζον· ὅσοι ἂν διὰ χιόνος ἢ ἄλλου ψύχεος βαδίσαντες ῥιγώσωσι διαφερόντως πόδας ἢ χεῖρας ἢ κεφαλήν, οἷα πάσχουσιν ἐς τὴν νύκτα, ὅταν περισταλεωσί τε καὶ ἐν ἀλέῃ γένωνται ὑπὸ καύματος καὶ κνησμοῦ. καὶ ἔστιν οἷσι φλύκταιναι ἀνίστανται ὥσπερ τοῖς ἀπὸ πυρὸς κατακεκαυμένοις. καὶ οὐ πρότερον τοῦτο πάσχουσιν, πρὶν θερμανθέωσιν. οὕτως ἑτοίμως ἑκάτερον αὐτῶν ἐπὶ θάτερον παραγίνεται. μυρία δʼ ἂν καὶ ἄλλα ἔχοιμι εἰπεῖν. τὰ δὲ κατὰ τοὺς νοσέοντας, οὐχὶ ὅσοις ἂν ῥῖγος γένηται, τούτοις ὀξύτατος ὁ πυρετὸς ἐκλάμπει; καὶ οὐχὶ ὅπως ἰσχυρός, ἀλλὰ καὶ παυόμενος διʼ ὀλίγου, καὶ ἄλλως τὰ πολλὰ ἀσινὴς καὶ ὅσον ἂν χρόνον παρῇ διάθερμος; καὶ διεξιὼν διὰ παντὸς τελευτᾷ ἐς τοὺς πόδας μάλιστα, οὗπερ τὸ ῥῖγος καὶ ἡ ψῦξις νεηνικωτάτη καὶ ἐπὶ πλεῖον ἐνεχρόνισεν· πάλιν τε ὅταν ἱδρώσῃ τε καὶ ἀπαλλαγῇ ὁ πυρετός, πολὺ μᾶλλον διέψυξε ἢ εἰ μὴ ἔλαβε τὴν ἀρχήν. ᾧ οὖν διὰ τάχεος οὕτω παραγίνεται τὸ ἐναντιώτατόν τε καὶ ἀφαιρεόμενον τὴν δύναμιν ἀπὸ τωὐτομάτου, τί ἂν ἀπὸ τούτου μέγα ἢ δεινὸν γένοιτο; ἢ τί δεῖ πολλῆς ἐπὶ τούτῳ βοηθείης;
17 εἴποι ἄν τις· ἀλλʼ οἱ πυρεταίνοντες τοῖσι καύσοισί τε καὶ περιπνευμονίῃσι καὶ ἄλλοισι ἰσχυροῖσι νοσήμασι οὐ ταχέως ἐκ τῆς θέρμης ἀπαλλάσσονται, οὐδὲ πάρεστιν ἐνταῦθα ἔτι τὸ θερμὸν ἢ τὸ ψυχρόν. ἐγὼ δέ μοι τοῦτο μέγιστον τεκμήριον ἡγεῦμαι εἶναι, ὅτι οὐ διὰ τὸ θερμὸν ἁπλῶς πυρεταίνουσιν οἱ ἄνθρωποι, οὐδὲ τοῦτο εἴη τὸ αἴτιον τῆς κακώσιος μοῦνον, ἀλλʼ ἔστι καὶ πικρὸν καὶ θερμὸν τὸ αὐτό, καὶ ὀξὺ καὶ θερμόν, καὶ ἁλμυρὸν καὶ θερμόν, καὶ ἄλλα μυρία, καὶ πάλιν γε ψυχρὸν μετὰ δυναμίων ἑτέρων. τὰ μὲν οὖν λυμαινόμενα ταῦτʼ ἐστί· συμπάρεστι δὲ καὶ τὸ θερμόν, ῥώμης μὲν ἔχον ὅσον τὸ ἡγεύμενον καὶ παροξυνόμενον καὶ αὐξόμενον ἅμα ἐκείνῳ, δύναμιν δὲ οὐδεμίαν πλείω τῆς προσηκούσης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme