Thesauros Literature medicine Περὶ ἀρχαίας ἰατρικῆς

Περὶ ἀρχαίας ἰατρικῆς

Περὶ ἀρχαίας ἰατρικῆς Hippocrates
18 δῆλα δὲ ταῦτα ὅτι ὧδε ἔχει ἐπὶ τῶνδε τῶν σημείων· πρῶτον μὲν ἐπὶ τὰ φανερώτερα, ὧν πάντες ἔμπειροι πολλάκις ἐσμέν τε καὶ ἐσόμεθα. τοῦτο μὲν γάρ, ὅσοισι ἂν ἡμέων κόρυζα ἐγγένηται καὶ ῥεῦμα κινηθῇ διὰ τῶν ῥινῶν, τοῦτο ὡς τὸ πολὺ δριμύτερον τοῦ πρότερον γινομένου τε καὶ ἰόντος ἐκ τῶν ῥινῶν καθʼ ἑκάστην ἡμέρην καὶ οἰδεῖν μὲν ποιεῖ τὴν ῥῖνα καὶ συγκαίει θερμήν τε καὶ διάπυρον ἐσχάτως, ἢν δὴ τὴν χεῖρα προς φέρῃς· κἢν πλείω χρόνον παρῇ, καὶ ἐξελκοῦται τὸ χωρίον ἄσαρκόν τε καὶ σκληρὸν ἐόν. παύεται δέ πως τὸ καῦμα ἐκ τῆς ῥινός, οὐχ ὅταν τὸ ῥεῦμα γίνηται καὶ ἡ φλεγμονὴ ᾖ, ἀλλʼ ἐπειδὰν παχύτερόν τε καὶ ἧσσον δριμὺ ῥέῃ, πέπον καὶ μεμιγμένον μᾶλλον τοῦ πρότερον γινομένου, τότε δὲ ἤδη καὶ τὸ καῦμα πέπαυται. ἀλλʼ οἷσι δὲ ὑπὸ ψύχεος φανερῶς αὐτοῦ μούνου γίνεται μηδενὸς ἄλλου συμπαραγενομένου, πᾶσι δὲ ἡ αὐτὴ ἀπαλλαγή, ἐκ μὲν τῆς ψύξιος διαθερμανθῆναι, ἐκ δὲ τοῦ καύματος διαψυχθῆναι, καὶ ταῦτα ταχέως παραγίνεται καὶ πέψιος οὐδεμιῆς προσδεῖται. τὰ δʼ ἄλλα πάντα, ὅσα διὰ χυμῶν δριμύτητας καὶ ἀκρησίας, φημὶ ἔγωγε γίνεσθαι τὸν αὐτὸν τρόπον καὶ ἀποκαθίστασθαι πεφθέντα καὶ κρηθέντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme