6
εὖ δὲ χρὴ τοῦτο εἰδέναι, ὅτι τισὶ τὰ ῥυφήματα ἐν τῇσι νούσοισιν οὐ συμφέρει, ἀλλʼ ἄντικρυς, ὅταν ταῦτα προσαίρωνται, παροξύνονταί σφισι οἵ τε πυρετοὶ καὶ τὰ ἀλγήματα· καὶ δῆλον τὸ προσενεχθὲν τῇ μὲν νούσῳ τροφή τε καὶ αὔξησις γενόμενον, τῷ δὲ σώματι φθίσις τε καὶ ἀρρωστίη. ὅσοι δὲ ἂν τῶν ἀνθρώπων ἐν ταύτῃ τῇ διαθέσει ἐόντες προσενέγκωνται ξηρὸν σιτίον ἢ μᾶζαν ἢ ἄρτον, καὶ ἢν πάνυ σμικρόν, δεκαπλασίως ἂν μᾶλλον καὶ ἐπιφανέστερον κακωθεῖεν ἢ ῥυφέοντες, διʼ οὐδὲν ἄλλο ἢ διὰ τὴν ἰσχὺν τοῦ βρώματος πρὸς τὴν διάθεσιν· καὶ ὅτῳ ῥυφεῖν μὲν συμφέρει, ἐσθίειν δʼ οὔ, εἰ πλείω φάγοι, πολὺ ἂν μᾶλλον κακωθείη, ἢ εἰ ὀλίγα· καὶ εἰ ὀλίγα δέ, πονήσειεν ἄν. πάντα δὴ τὰ αἴτια τοῦ πόνου ἐς τὸ αὐτὸ ἀνάγεται, τὰ ἰσχυρότατα μάλιστά τε καὶ ἐπιφανέστατα λυμαίνεσθαι τὸν ἄνθρωπον καὶ τὸν ὑγιᾶ ἐόντα καὶ τὸν κάμνοντα.
7
τί οὖν φαίνεται ἑτεροῖον διανοηθεὶς ὁ καλεύμενος ἰητρὸς καὶ ὁμολογεομένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαιτάν τε καὶ τροφήν, ἢ ἐκεῖνος ὁ ἀπʼ ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισιν τροφήν, ᾗ νῦν χρώμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης τε καὶ θηριώδεος διαίτης εὑρών τε καὶ παρασκευασάμενος; ἐμοὶ μὲν γὰρ φαίνεται ὁ αὐτὸς λόγος καὶ ἓν καὶ ὅμοιον τὸ εὕρημα. ὁ μέν, ὅσων μὴ ἐδύνατο ἡ φύσις ἡ ἀνθρωπίνη ὑγιαίνουσα ἐπικρατεῖν ἐμπιπτόντων διὰ τὴν θηριότητά τε καὶ τὴν ἀκρησίην, ὁ δέ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκάστοτε ἕκαστος τύχῃ διακείμενος, μὴ δύνηται ἐπικρατεῖν, ταῦτα ἐζήτησεν ἀφελεῖν. τί δὴ τοῦτο ἐκείνου διαφέρει ἀλλʼ ἢ πλέον τό γε εἶδος, καὶ ὅτι ποικιλώτερον καὶ πλείονος πρηγματίης, ἀρχὴ δὲ ἐκείνη ἡ πρότερον γενομένη;