11
σκέψασθαι δὲ χρή, διὰ τίνα αἰτίην αὐτοῖσιν ταῦτα συνέβη. τῷ μέν, οἶμαι, μεμαθηκότι μονοσιτεῖν, ὅτι οὐκ ἀνέμεινεν τὸν χρόνον τὸν ἱκανόν, μέχρι αὐτοῦ ἡ κοιλίη τῶν τῇ προτεραίῃ προσενηνεγμένων σιτίων ἀπολαύσῃ τελέως καὶ ἐπικρατήσῃ καὶ λαπαχθῇ τε καὶ ἡσυχάσῃ, ἀλλʼ ἐπὶ ζέουσάν τε καὶ ἐζυμωμένην καινὰ ἐπεσηνέγκατο. αἱ δὲ τοιαῦται κοιλίαι πολλῷ τε βραδύτερον πέσσουσι καὶ πλείονος δέονται ἀναπαύσιός τε καὶ ἡσυχίης. ὁ δὲ μεμαθηκὼς ἀριστίζεσθαι, διότι, ἐπειδὴ τάχιστα ἐδεήθη τὸ σῶμα τροφῆς καὶ τὰ πρότερα κατανάλωτο καὶ οὐκ εἶχεν οὐδεμίαν ἀπόλαυσιν, οὐκ εὐθέως αὐτῷ προσεγένετο καινὴ τροφή, φθίνει δὴ καὶ συντήκεται ὑπὸ λιμοῦ. πάντα γάρ, ἃ λέγω πάσχειν τὸν τοιοῦτον ἄνθρωπον, λιμῷ ἀνατίθημι. φημὶ δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους ἅπαντας, οἵτινες ἂν ὑγιαίνοντες ἄσιτοι δύο ἡμέρας ἢ τρεῖς γένωνται, ταῦτα πείσεσθαι, οἷάπερ ἐπὶ τῶν ἀναρίστων γενομένων εἴρηκα.
12
τὰς δὲ τοιαύτας φύσιας ἔγωγέ φημι τὰς ταχέως τε καὶ ἰσχυρῶς τῶν ἁμαρτημάτων ἀπολαυούσας ἀσθενεστέρας εἶναι τῶν ἑτέρων. ἐγγύτατα δὲ τοῦ ἀσθενέοντός ἐστιν ὁ ἀσθενής, ἔτι δὲ ἀσθενέστερος ὁ ἀσθενέων, καὶ μᾶλλον αὐτῷ προσήκει ὅ τι ἂν τοῦ καιροῦ ἀποτυγχάνῃ πονεῖν. χαλεπὸν δὲ τοιαύτης ἀκριβείης ἐούσης περὶ τὴν τέχνην τυγχάνειν αἰεὶ τοῦ ἀτρεκεστάτου. πολλὰ δὲ εἴδεα κατʼ ἰητρικὴν ἐς τοσαύτην ἀκρίβειαν ἥκει, περὶ ὧν εἰρήσεται. οὔ φημι δὲ δεῖν διὰ τοῦτο τὴν τέχνην ὡς οὐκ ἐοῦσαν οὐδὲ καλῶς ζητεομένην τὴν ἀρχαίην ἀποβάλλεσθαι, εἰ μὴ ἔχει περὶ πάντα ἀκρίβειαν, ἀλλὰ πολὺ μᾶλλον διὰ τὸ ἐγγὺς οἶμαι τοῦ ἀτρεκεστάτου δύνασθαι ἥκειν λογισμῷ ἐκ πολλῆς ἀγνωσίης θαυμάζειν τὰ ἐξευρημένα, ὡς καλῶς καὶ ὀρθῶς ἐξεύρηται καὶ οὐκ ἀπὸ τύχης.