17
καὶ περὶ μὲν τῶν ἐν τῇ Ἀσίῃ οὕτως ἔχει. ἐν δὲ τῇ Εὐρώπῃ ἔστιν ἔθνος Σκυθικόν, ὃ περὶ τὴν λίμνην οἰκεῖ τὴν Μαιῶτιν διαφέρον τῶν ἐθνέων τῶν ἄλλων. Σαυρομάται καλεῦνται. τούτων αἱ γυναῖκες ἱππάζονταί τε καὶ τοξεύουσι καὶ ἀκοντίζουσιν ἀπὸ τῶν ἵππων καὶ μάχονται τοῖς πολεμίοις, ἕως ἂν παρθένοι ἔωσιν. οὐκ ἀποπαρθενεύονται δέ, μέχρι ἂν τῶν πολεμίων τρεῖς ἀποκτείνωσι, καὶ οὐ πρότερον συνοικέουσιν ἤπερ τὰ ἱερὰ θύσωσιν τὰ ἔννομα. ἣ δʼ ἂν ἄνδρα ἑωυτῇ ἄρηται, παύεται ἱππαζομένη, ἕως ἂν μὴ ἀνάγκη καταλάβῃ παγκοίνου στρατείης. τὸν δεξιὸν δὲ μαζὸν οὐκ ἔχουσι. παιδίοις γὰρ ἐοῦσιν ἔτι νηπίοις αἱ μητέρες χαλκίον τετεχνημένον ἐπʼ αὐτῷ τούτῳ διάπυρον ποιέουσαι πρὸς τὸν μαζὸν τιθέασι τὸν δεξιὸν καὶ ἐπικαίεται, ὥστε τὴν αὔξησιν φθείρεσθαι, ἐς δὲ τὸν δεξιὸν ὦμον καὶ βραχίονα πᾶσαν τὴν ἰσχὺν καὶ τὸ πλῆθος ἐκδιδόναι.
18
περὶ δὲ τῶν λοιπῶν Σκυθέων τῆς μορφῆς, ὅτι αὐτοὶ αὐτοῖσιν ἐοίκασι καὶ οὐδαμῶς ἄλλοις, ωὑτὸς λόγος καὶ περὶ τῶν Αἰγυπτίων, πλὴν ὅτι οἱ μὲν ὑπὸ τοῦ θερμοῦ εἰσι βεβιασμένοι, οἱ δὲ ὑπὸ τοῦ ψυχροῦ. ἡ δὲ Σκυθέων ἐρημίη καλευμένη πεδιάς ἐστι καὶ λειμακώδης καὶ ψιλὴ καὶ ἔνυδρος μετρίως. ποταμοὶ γάρ εἰσι μεγάλοι, οἳ ἐξοχετεύουσι τὸ ὕδωρ ἐκ τῶν πεδίων. ἐνταῦθα καὶ οἱ Σκύθαι διαιτεῦνται, Νομάδες δὲ καλεῦνται, ὅτι οὐκ ἔστιν οἰκήματα, ἀλλʼ ἐν ἁμάξῃσιν οἰκεῦσιν. αἱ δὲ ἅμαξαί εἰσιν αἱ μὲν ἐλάχισται τετράκυκλοι, αἱ δὲ ἑξάκυκλοι· αὗται δὲ πίλοις περιπεφραγμέναι· εἰσὶ δὲ καὶ τετεχνασμέναι ὥσπερ οἰκήματα τὰ μὲν διπλᾶ, τὰ δὲ τριπλᾶ. ταῦτα δὲ καὶ στεγνὰ πρὸς ὕδωρ καὶ πρὸς χιόνα καὶ πρὸς τὰ πνεύματα. τὰς δὲ ἁμάξας ἕλκουσι ζεύγεα τὰς μὲν δύο, τὰς δὲ τρία βοῶν κέρως ἄτερ. οὐ γὰρ ἔχουσι κέρατα ὑπὸ τοῦ ψύχεος. ἐν ταύτῃσι μὲν οὖν τῇσιν ἁμάξῃσιν αἱ γυναῖκες διαιτεῦνται. αὐτοὶ δʼ ἐφʼ ἵππων ὀχεῦνται οἱ ἄνδρες. ἕπονται δὲ αὐτοῖς καὶ τὰ πρόβατα τὰ ἐόντα καὶ αἱ βόες καὶ οἱ ἵπποι. μένουσι δʼ ἐν τῷ αὐτῷ τοσοῦτον χρόνον, ὅσον ἂν ἀποχρῇ αὐτοῖσι τοῖς κτήνεσιν ὁ χόρτος· ὁκόταν δὲ μηκέτι, ἐς ἑτέρην χώρην ἔρχονται. αὐτοὶ δʼ ἐσθίουσι κρέα ἑφθὰ καὶ πίνουσι γάλα ἵππων. καὶ ἱππάκην τρώγουσι· τοῦτο δʼ ἐστὶ τυρὸς ἵππων.