Thesauros Literature medicine Περὶ ἀέρων, ὑδάτων, τόπων

Περὶ ἀέρων, ὑδάτων, τόπων

Περὶ ἀέρων, ὑδάτων, τόπων Hippocrates
19 τὰ μὲν ἐς τὴν δίαιταν αὐτῶν οὕτως ἔχει καὶ τοὺς νόμους· περὶ δὲ τῶν ὡρέων καὶ τῆς μορφῆς, ὅτι πολὺ ἀπήλλακται τῶν λοιπῶν ἀνθρώπων τὸ Σκυθικὸν γένος καὶ ἔοικεν αὐτὸ ἑωυτῷ ὥσπερ τὸ Αἰγύπτιον καὶ ἥκιστα πολύγονόν ἐστι, καὶ ἡ χώρη ἐλάχιστα θηρία τρέφει κατὰ μέγεθος καὶ πλῆθος. κεῖται γὰρ ὑπʼ αὐτῇσι τῇσιν ἄρκτοις καὶ τοῖς ὄρεσι τοῖς Ῥιπαίοισιν, ὅθεν ὁ βορέης πνεῖ. ὅ τε ἥλιος τελευτῶν ἐγγύτατα γίνεται, ὁκόταν ἐπὶ τὰς θερινὰς ἔλθῃ περιόδους, καὶ τότε ὀλίγον χρόνον θερμαίνει καὶ οὐ σφόδρα· τὰ δὲ πνεύματα τὰ ἀπὸ τῶν θερμῶν πνέοντα οὐκ ἀφικνεῖται, ἢν μὴ ὀλιγάκις καὶ ἀσθενέα, ἀλλʼ ἀπὸ τῶν ἄρκτων αἰεὶ πνέουσι πνεύματα ψυχρὰ ἀπό τε χιόνος καὶ κρυστάλλου καὶ ὑδάτων πολλῶν. οὐδέποτε δὲ τὰ ὄρεα ἐκλείπει· ἀπὸ τούτων δὲ δυσοίκητά ἐστιν. ἠήρ τε κατέχει πολὺς τῆς ἡμέρης τὰ πεδία, καὶ ἐν τούτοισι διαιτεῦνται· ὥστε τὸν μὲν χειμῶνα αἰεὶ εἶναι, τὸ δὲ θέρος ὀλίγας ἡμέρας καὶ ταύτας μὴ λίην. μετέωρα γὰρ τὰ πεδία καὶ ψιλὰ καὶ οὐκ ἐστεφάνωνται ὄρεσιν, ἀλλʼ ἢ ἀνάντεα ἀπὸ τῶν ἄρκτων· αὐτόθι καὶ τὰ θηρία οὐ γίνεται μεγάλα, ἀλλʼ οἷά τέ ἐστιν ὑπὸ γῆν σκεπάζεσθαι. ὁ γὰρ χειμὼν κωλύει καὶ τῆς γῆς ἡ ψιλότης, ὅτι οὐκ ἔστιν ἀλέη οὐδὲ σκέπη. αἱ δὲ μεταβολαὶ τῶν ὡρέων οὔκ εἰσι μεγάλαι οὐδὲ ἰσχυραί, ἀλλʼ ὁμοῖαι καὶ ὀλίγον μεταλλάσσουσαι· διότι καὶ τὰ εἴδεα ὁμοῖοι αὐτοὶ ἑωυτοῖς εἰσι σίτῳ τε χρεώμενοι αἰεὶ ὁμοίῳ ἐσθῆτί τε τῇ αὐτῇ καὶ θέρεος καὶ χειμῶνος, τόν τε ἠέρα ὑδατεινὸν ἕλκοντες καὶ παχύν, τά τε ὕδατα πίνοντες ἀπὸ χιόνος καὶ παγετῶν, τοῦ τε ταλαιπώρου ἀπεόντες. οὐ γὰρ οἷόν τε τὸ σῶμα ταλαιπωρεῖσθαι οὐδὲ τὴν ψυχήν, ὅκου μεταβολαὶ μὴ γίνονται ἰσχυραί. διὰ ταύτας τὰς ἀνάγκας τὰ εἴδεα αὐτῶν παχέα ἐστὶ καὶ σαρκώδεα καὶ ἄναρθρα καὶ ὑγρὰ καὶ ἄτονα, αἵ τε κοιλίαι ὑγρόταται πασέων κοιλιῶν αἱ κάτω. οὐ γὰρ οἷόν τε νηδὺν ἀναξηραίνεσθαι ἐν τοιαύτῃ χώρῃ καὶ φύσει καὶ ὥρης καταστάσει, ἀλλὰ διὰ πιμελήν τε καὶ ψιλὴν τὴν σάρκα τά †τε† εἴδεα ἔοικεν ἀλλήλοισι τά τε ἄρσενα τοῖς ἄρσεσι καὶ τὰ θήλεα τοῖς θήλεσι. τῶν γὰρ ὡρέων παραπλησίων ἐουσέων φθοραὶ οὐκ ἐγγίνονται οὐδὲ κακώσιες ἐν τῇ τοῦ γόνου συμπήξει, ἢν μή τινος ἀνάγκης βιαίου τύχῃ ἢ νούσου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme